This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἀρταξέρξην τὸν καὶ Ὦχον ἐπικληθέντα, ὅτε ἐπεβούλευσεν [p. 80] αὐτῷ Βαγώας ὁ εὐνοῦχος, ὃς ἦν Αἰγύπτιος, φασὶν ἀναιρεθέντα καὶ κατακοπέντα τοῖς αἰλούροις παραβληθῆναι: ἐτάφη δέ τις ἄλλος ἀντ᾽ αὐτοῦ καὶ ἀπεδόθη ταῖς βασιλικαῖς θήκαις. τῷ δὲ Βαγώᾳ οὐκ ἀπέχρησε τὸ ἀποκτεῖναι τὸν Ὦχον, ἀλλὰ γὰρ καὶ ἐκ τῶν μηρῶν αὐτοῦ λαβὰς μαχαιρῶν ἐποίησε, τὸ φονικὸν αὐτοῦ ἐνδεικνύμενος διὰ τούτων. ἐμίσησε δὲ αὐτόν, ἐπεὶ τὸν Ἆπιν ἐν Αἰγύπτῳ γευόμενος ἀπέκτεινε καὶ οὗτος, ὡς ὁ Καμβύσης πρότερον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.