Click on a word to bring up parses, dictionary entries, and frequency statistics
γελοῖος ἐκεῖνος ὁ Ξέρξης ἦν εἴ γε θαλάττης μὲν καὶ γῆς κατεφρόνει τῆς Διὸς τέχνης, ἑαυτῷ δὲ εἰργάζετο καινὰς ὁδοὺς καὶ πλοῦν ἀήθη, ἐδεδούλωτο δὲ πλατάνῳ καὶ ἐθαύμαζε τὸ δένδρον. ἐν Λυδίᾳ γοῦν φασιν ἰδὼν φυτὸν εὐμέγεθες πλατάνου, τὴν ἡμέραν ἐκείνην κατέμεινεν οὐδέν τι δεόμενος, καὶ ἐχρήσατο σταθμῷ τῇ ἐρημίᾳ τῇ περὶ τὴν πλάτανον. ἀλλὰ καὶ ἐξῆψεν αὐτῆς κόσμον πολυτελῆ, στρεπτοῖς καὶ ψελίοις τιμῶν τοὺς κλάδους, καὶ μελεδωνὸν αὐτῇ κατέλιπεν, ὥσπερ ἐρωμένῃ φύλακα καὶ φρουρόν. ἐκ δὲ τούτων τί τῷ δένδρῳ καλὸν ἀπήντησεν; ὁ μὲν γὰρ κόσμος ὁ ἐπίκτητος καὶ μηδὲν αὐτῷ προσήκων ἄλλως ἐκρέματο, καὶ συνεμάχετο ἐς ὥραν οὐδέν: ἐπεὶ τοῦ φυτοῦ κάλλος ἐκεῖνό ἐστιν, εὐγενεῖς οἱ κλάδοι καὶ ἡ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.