Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Θράσυλλος ὁ Αἰξωνεὺς παράδοξον καὶ καινὴν ἐνόσησε μανίαν. ἀπολιπὼν γὰρ τὸ ἄστυ καὶ κατελθὼν ἐς τὸν Πειραιᾶ καὶ ἐνταῦθα οἰκῶν τὰ πλοῖα τὰ καταίροντα ἐν αὐτῷ πάντα ἑαυτοῦ ἐνόμιζεν εἶναι, καὶ ἀπεγράφετο αὐτὰ καὶ αὖ πάλιν ἐξέπεμπε καὶ τοῖς περισωζομένοις καὶ ἐσιοῦσιν ἐς τὸν λιμένα ὑπερέχαιρε: χρόνους δὲ διετέλεσε πολλοὺς συνοικῶν τῷ ἀρρωστήματι τούτῳ. ἐκ Σικελίας δὲ ἀναχθεὶς ὁ ἀδελφὸς αὐτοῦ παρέδωκεν αὐτὸν ἰατρῷ ἰάσασθαι, καὶ ἔπαυσεν [p. 71] αὐτὸν τῆς νόσου οὗτος. ἐμέμνητο δὲ πολλάκις τῆς ἐν μανίᾳ διατριβῆς, καὶ ἔλεγε μηδέποτε ἡσθῆναι τοσοῦτον, ὅσον τότε ἥδετο ἐπὶ ταῖς μηδὲν αὐτῷ προσηκούσαις ναυσὶν ἀποσωζομέναις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.