previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

3. ἄλλως ἐγίγνοντο: δὲ δὴ Κάτων Μᾶρκος 1 ῾ἦν δὲ ἄλλως μὲν ἐπιεικὴς καὶ οὐδενὶ νεοχμῷ ἀρεσκόμενος, οὐ μὴν καὶ ῥώμην τινὰ οὔτε ἐκ φύσεως οὔτε ἐκ παιδείας ἔχων᾽ τοῖς μὲν γεγραμμένοις οὐδὲν οὐδ᾽ αὐτὸς ἐπεκάλει, τὸ δ᾽ ὅλον ἠξίου τῇ τε παρούσῃ σφᾶς καταστάσει χρῆσθαι καὶ μηδὲν ἔξω αὐτῆς [2] ποιεῖν. καὶ ἐμέλλησε μὲν ἐπὶ τούτοις Καῖσαρ [p. 202] ἐς τὸ δεσμωτήριον τὸν Κάτωνα ἐξ αὐτοῦ τοῦ συνεδρίου ἐξελκύσας ἐμβαλεῖν: ἐπεὶ δὲ ἐκεῖνός τε ἑτοιμότατα ἑαυτὸν ἀπάγεσθαι 2 ἐπέδωκε, καὶ τῶν ἄλλων οὐκ ὀλίγοι οἱ ἐφέσποντο, καί τις αὐτῶν Μᾶρκος Πετρέιος ἐπιτιμηθεὶς ὑπ᾽ αὐτοῦ ὅτι μηδέπω διαφειμένης τῆς βουλῆς ἀπαλλάττοιτο, ἔφη ὅτι μετὰ Κάτωνος ἐν τῷ οἰκήματι μᾶλλον μετὰ [3] σοῦ ἐνταῦθα εἶναι βούλομαι, κατῃδέσθη, καὶ τόν τε Κάτωνα ἀφῆκε καὶ τὴν γερουσίαν ἀπήλλαξε, τοσοῦτον μόνον ὑπειπὼν ὅτι ἐγὼ μὲν ὑμᾶς καὶ δικαστὰς τοῦ νόμου καὶ κυρίους ἐποιησάμην, ὅπως, εἴ τι μὴ ἀρέσειεν ὑμᾶς, μηδ᾽ ἐς τὸν δῆμον ἐσενεχθείη: ἐπεὶ δ᾽ οὐκ ἐθέλετε προβουλεῦσαι, ἐκεῖνος αὐτὸς αἱρήσεται.

1 *ma=rkos Reim., *ma=rkos o( u(/patos L.

2 a)pa/gesqai Reim. and Xiph., e)pa/gesqai L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: