previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42.

καί μοι εἴ τις ὑμῶν ἐκεῖνο ὑπολαμβάνει, τί δὴ τηλικοῦτον Ἀριόουιστος πεπλημμέληκεν ὥστ᾽ ἀντὶ φίλου καὶ συμμάχου πολέμιος ἡμῖν γενέσθαι, σκοπείτω τοῦθ᾽, ὅτι τοὺς ἀδικεῖν τι ἐπιχειροῦντας οὐκ ἐφ᾽ οἷς ποιοῦσι μόνον ἀλλὰ καὶ ἐφ᾽ οἷς φρονοῦσιν ἀμύνασθαι δεῖ, καὶ τήν τε αὔξησιν αὐτῶν πρὶν καὶ βλαβῆναί τι προκαταλαμβάνειν, καὶ μὴ περιμείναντας κακῶς ἔργῳ παθεῖν, τότε τιμωρεῖσθαι. [2] ὅτι τοίνυν καὶ ἐχθρὸς καὶ ἔχθιστός ἐστιν ἡμῖν, πῶς ἂν ἄλλως μᾶλλον ἐλεγχθείη ἐξ ὧν ἐποίησεν; πέμψαντος γάρ μου πρὸς αὐτὸν φιλικῶς [p. 290] ὅπως ἔλθῃ τε πρὸς ἡμᾶς καὶ κοινῇ μεθ᾽ ἡμῶν βουλεύσηται περὶ τῶν παρόντων, οὔτ᾽ ἦλθεν [3] οὔθ᾽ ἥξειν ὑπέσχετο. καίτοι τί μὲν ἐγὼ ἄδικον ἀνεπιεικὲς φορτικὸν ἐποίησα μεταπεμψάμενος αὐτὸν ὡς φίλον καὶ σύμμαχον; τί δὲ ἐκεῖνος ὕβρεως καὶ ἀσελγείας, οὐκ ἐθελήσας ἐλθεῖν, ἐκλέλοιπεν; ἆρ᾽ οὐ δυοῖν ἀνάγκη θάτερον, ἤτοι ὑπωπτευκότα αὐτόν τι κακὸν πείσεσθαι ὑπερπεφρονηκότα [4] ἡμᾶς τοῦτο πεποιηκέναι; οὐκοῦν εἴτε τι ὑποτετόπηκεν, σαφέστατα αὐτὸς ἑαυτὸν ἐξελέγχει ἐπιβουλεύοντα ἡμῖν: οὐδεὶς γὰρ ἡμῖν μηδὲν δεινὸν παθὼν ὕποπτός ἐστιν, οὐδ᾽ ἀπ᾽ ὀρθῆς καὶ ἀδόλου τῆς γνώμης γίγνεται, ἀλλ᾽ οἱ προπαρεσκευασμένοι τινὰς ἀδικῆσαι ἑτοίμην τὴν ὑποψίαν [5] κατ᾽ αὐτῶν ἐκ τοῦ συνειδότος σφῶν ἔχουσιν: εἴτ᾽ αὖ μηδενὸς τοιούτου ὑπόντος ὑπερεόρακέ τε ἡμᾶς καὶ λόγοις ὑπερηφάνοις ὕβρικε, τί 1 χρὴ τοῦτον, ἐπειδὰν ἔργου τινὸς ἐπιλάβηται, προσδοκῆσαι πράξειν; γὰρ ἐν οἷς μηδὲν κερδανεῖν ἔμελλε τοσαύτῃ ὑπεροψίᾳ κεχρημένος πῶς οὐ πόρρωθεν ἐξελήλεγκται μηδὲν δίκαιον μήτε φρονῶν μήτε πράσσων;

οὐ τοίνυν ἀπέχρησεν αὐτῷ τοῦτο, ἀλλὰ καὶ ἐμὲ ἐλθεῖν πρὸς αὑτὸν 2 ἐκέλευσεν, εἴπερ τι αὐτοῦ

1 ti/ Bk., ti/na L.

2 au(to\n Bk., au)to\n L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: