previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

40.

εἰ μὲν γάρ τις τῶν θεῶν ἐγγυητὴς ἡμῖν ἐγένετο ὅτι, κἂν ταῦτα μὴ 1 ποιῶμεν, οὔτε τις ἡμῖν ἐπιβουλεύσει καὶ πάνθ᾽ ὅσα κεκτήμεθα ἀσφαλῶς ἀεὶ καρπωσόμεθα, αἰσχρὸν μὲν ἂν ἦν 2 εἰπεῖν ὅτι τὴν ἡσυχίαν ἄγειν ἐχρῆν, ὅμως δ᾽ οὖν εἶχον ἄν τινα σκῆψιν εὐπρεπῆ οἱ μηδὲν τῶν δεόντων πράττειν [2] βουλόμενοι. εἰ δ᾽ ἀνάγκη τε τοὺς κεκτημένους τινὰ ὑπὸ πολλῶν ἐπιβουλεύεσθαι, καὶ προσήκει τὰς ἐπιθέσεις αὐτῶν προκαταλαμβάνεσθαι, καὶ οἱ μὲν ἐπὶ τοῖς οἰκείοις ἡσυχάζοντες καὶ περὶ τούτοις κινδυνεύουσιν, οἱ δὲ ἐκ περιουσίας τῷ πολέμῳ καὶ κατὰ τῶν ἀλλοτρίων 3 χρώμενοι καὶ ἐκεῖνα φυλάσσουσιν [3] ῾οὐδεὶς γὰρ περὶ τοῖς ἑαυτοῦ δεδιὼς τῶν τοῦ πέλας ἐφίεται: γὰρ περὶ τῶν ὑπαρχόντων οἱ φόβος ἰσχυρῶς τοῦ πολυπραγμονεῖν τὰ μὴ προσήκοντα αὐτὸν ἀποτρέπεἰ, τί τοῦτο λέγει τις, 4 ὡς οὐ χρὴ ἡμᾶς ἀεί τι προσκτᾶσθαι; [p. 284] [4]

οὐ μέμνησθε, τὰ μὲν ἀκηκοότες τὰ δὲ ἑορακότες, ὅτι οὔτε τῶν ἐν τῇ Ἰταλίᾳ γενῶν οὐδὲν πρότερον ἀπέσχετο τοῦ τῇ πατρίδι ἡμῶν ἐπιβουλεύειν πρὶν τοὺς πολέμους ἐν τῇ ἐκείνων χώρᾳ τοὺς προγόνους ἡμῶν ποιήσασθαι, οὔτε οἱ Ἠπειρῶται πρὶν ἐς τὴν [5] Ἑλλάδα αὐτοὺς περαιωθῆναι; οὐ Φίλιππος μελλήσας καὶ ἐπὶ τὴν Ἰταλίαν στρατεύσειν, πρὶν φθάσαντας τὴν ἐκείνου κακῶς ποιῆσαι: οὐ Περσεύς, οὐκ Ἀντίοχος, οὐ Μιθριδάτης, πρὶν τὰ αὐτὰ αὐτοὺς ἐργάσασθαι. καὶ τί τἆλλα λέγοι τις ἄν; [6] ἀλλ᾽ οἱ Καρχηδόνιοι, τέως μὲν οὐδὲν δεινὸν ἀφ᾽ ἡμῶν ἐν τῇ Ἀφρικῇ εἶχον, ἔς τε τὴν Ἰταλίαν διέπλεον καὶ τὴν χώραν κατέτρεχον τάς τε πόλεις ἐπόρθουν καὶ παρ᾽ ὀλίγον καὶ τὸ ἄστυ αὐτὸ εἷλον, ἐπειδὴ δ᾽ ἀντιπολεμεῖσθαι ἤρξαντο, παντάπασιν [7] ἐκ τῆς γῆς ἡμῶν ἐξέδρασαν. τὰ δ᾽ αὐτὰ ταῦτα καὶ περὶ τῶν Γαλατῶν καὶ Κελτῶν ἄν τις εἰπεῖν ἔχοι. καὶ γὰρ οὗτοι, μέχρι μὲν ἐντὸς τῶν Ἄλπεων ἐμένομεν, 5 πολλάκις αὐτὰς ὑπερέβησαν καὶ πολλὰ τῆς Ἰταλίας ἐπόρθησαν: ἐπεὶ δὲ ἐτολμήσαμέν ποτε ἔξω τε τῶν ὅρων ἐκστρατεῦσαι καὶ τὸν πόλεμόν σφισι περιστῆσαι, καί τινα καὶ τῆς χώρας αὐτῶν ἀπετεμόμεθα, οὐκέτ᾽ οὐδένα πόλεμον ἀπ᾽ αὐτῶν ἐν τῇ Ἰταλίᾳ, πλὴν ἅπαξ, εἴδομεν. [8] ὅταν οὖν τούτων οὕτως ἐχόντων λέγῃ τις ὅτι οὐ χρὴ πολεμεῖν ἡμᾶς, οὐδὲν ἄλλο φησὶν ὅτι οὐ χρὴ πλουτεῖν, οὐ χρὴ ἑτέρων ἄρχειν, οὐκ ἐλευθέρους, [9] οὐ Ῥωμαίους εἶναι. ὥσπερ οὖν ἄν, εἴπερ τι τούτων εἶπέ τις, οὐκ ἂν ἠνέσχεσθε ἀλλὰ κἂν ἐν χερσὶν αὐτὸν ἀπεκτείνατε, οὕτω καὶ νῦν, ἄνδρες ἑταῖροι, πρὸς τοὺς ἐκεῖνα λέγοντας διατίθεσθε, [p. 286] μὴ τοῖς ῥήμασί σφων ἀλλὰ τοῖς ἔργοις τὸν νοῦν τεκμαιρόμενοι.

οὐκοῦν ὅτι μὲν οὕτω χρὴ φρονεῖν, οὐδέν᾽ ἂν 6

1 mh\ supplied by Xyl.

2 h)=n supplied by Pflugk.

3 a)llotri/wn Xyl., a)llobrigwn L.

4 le/gei tis Rk., le/geis tis L.

5 e)me/nomen Oddey, e)/menon L.

6 ou)de/n' a)\n Pflugk, ou)de/na L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: