previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32. οἱ οὖν βάρβαροι χρόνον μέν τινα ἐπέσχον, ἔπειτ᾽ ἐπειδὴ μηδὲν ἤκουσαν κατὰ τὸ συγκείμενον, ἄραντες τὸ μὲν πρῶτον διὰ τῶν Ἀλλοβρίγων ἐπορεύοντο ᾗπερ ὥρμηντο, ἔπειτ᾽ ἐντυχόντες τοῖς [2] κωλύμασιν ἐς Σηκουανοὺς ἀπετράποντο, καὶ διά τε τούτων καὶ διὰ τῶν Αἰδούων ἐθελοντί σφισι τὴν δίοδον, ἐφ᾽ μηδὲν ἀδικηθῶσι, παρεχόντων διιόντες οὐκ ἐνέμειναν τοῖς ὡμολογημένοις, ἀλλὰ τὴν χώραν αὐτῶν ἐλεηλάτουν. πέμψαντες οὖν οἵ τε Σηκουανοὶ καὶ οἱ Αἴδουοι πρὸς τὸν Καίσαρα ἐπικουρίαν τε παρ᾽ αὐτοῦ ᾔτουν, καὶ ἐδέοντο μή [3] σφας περιιδεῖν ἀπολομένους. 1 καὶ ἔλεγον μὲν οὐδὲν ὅμοια οἷς ἔπραξαν, ἔτυχον δ᾽ οὖν ὅμως ὧν ἠξίουν: γὰρ Καῖσαρ φοβηθεὶς μὴ καὶ ἐπὶ τὴν Τόλοσαν οἱ Ἐλουήτιοι τράπωνται, εἵλετο μετ᾽ ἐκείνων αὐτοὺς ἀμύνασθαι μᾶλλον συμφρονήσασί σφισιν, ὅπερ εὔδηλον ἦν ἐσόμενον, πολεμῆσαι. [4] προσπεσὼν οὖν διὰ ταῦτα τοῖς Ἐλουητίοις τὸν Ἄραριν διαβαίνουσι, τοὺς μὲν τελευταίους ἐπακολουθοῦντας ἐν αὐτῷ τῷ πόρῳ διέφθειρε, τοὺς δὲ προκεχωρηκότας ἐς τοσοῦτον ἐκ τοῦ αἰφνιδίου καὶ ἐκ τοῦ τάχους τῆς διώξεως καὶ ἐκ 2 τῆς πύστεως τῶν ἀπολωλότων ἐξέπληξεν ὥστε ἐς ὁμολογίαν [p. 266]

1 a)polome/nous Cobet, a)poloume/nous L.

2 e)k added by Bk.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: