previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πλὴν αὐτὸς Μάρκιος, ἀνέκπληκτος καὶ ἀταπείνωτος, καὶ σχήματι καὶ βαδίσματι καὶ προσώπῳ καθεστηκὼς, ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος, οὐχ ὑπὸ λογισμοῦ καὶ πρᾳότητος, οὐδὲ τῷ φέρειν μετρίως τὸ συμβεβηκός, ἀλλ᾽ ἐμπαθὴς ὢν ὑπ᾽ ὀργῆς καὶ βαρυφροσύνης, ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν. [2] ὅταν γὰρ εἰς θυμὸν μεταβάλῃ, καθάπερ ἐκπυρωθεῖσα τὸ ταπεινὸν ἀποβάλλει καὶ ἀργόν: καὶ δοκεῖ δραστικὸς θυμούμενος ὡς θερμὸς πυρέττων, οἷον ἐν σφυγμῷ καὶ διατάσει καὶ ὄγκῳ γενομένης τῆς ψυχῆς, Ἐδήλωσε δὲ τοῖς ἔργοις αὐτίκα μάλα τὴν διάθεσιν ταύτην Μάρκιος.

[3] εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας μετρίως φέρειν τὸ [p. 170] συμβεβηκός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας. ἐκεῖ δὲ τῶν πατρικίων ὁμοῦ πάντων προπεμπόντων αὐτὸν οὔτε τι λαβὼν οὔτε τινὸς δεηθεὶς ἀπηλλάττετο, τρεῖς τέτταρας πελάτας ἔχων περὶ αὑτόν, [4] ἡμέρας δ᾽ ὀλίγας ἔν τισιν ἀγροῖς αὐτὸς καθ᾽ ἑαυτὸν ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν, οἵους θυμὸς ὑπέβαλλεν, ὥστ᾽ οὔτ᾽ εἰς καλὸν οὔτε συμφέρον οὐδὲν, ἀλλ᾽ τὸ Ῥωμαίους μετελθεῖν, ἐγίνωσκε πόλεμόν τινα βαρὺν καὶ ὅμορον ἀναστῆσαι ἐπ᾽ αὐτούς, ὥρμησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων, ἀκμάζοντας μὲν εἰδὼς ἔτι καὶ σώμασι καὶ χρήμασι, ταῖς δὲ γεγενημέναις ἔναγχος ἥτταις οὐ τοσοῦτον ἀπολωλέναι τῆς δυνάμεως ὅσον ἐγγεγονέναι φιλονεικίας αὐτοῖς καὶ ὀργῆς οἰόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: