previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

31. ταῦτα μὲν ἐν 1 τῇ πόλει ἐγίγνετο: Καῖσαρ δὲ εὗρε μὲν οὐδὲν ἐν τῇ Γαλατίᾳ πολέμιον, ἀλλὰ ἀκριβῶς πάντα ἡσύχαζεν, οὐ μέντοι καὶ ἐν εἰρήνῃ διεγένετο, ἀλλὰ αὐτομάτου τὸ πρῶτον πολέμου τινὸς αὐτῷ συμβάντος ἕτερος συνηνέχθη, ὥστ᾽ αὐτόν, ὅπερ ἐς τὰ μάλιστα ἐπεθύμει, πάντα ... [2] καὶ πολεμῆσαι καὶ κατορθῶσαι. Ἐλουήτιοι γὰρ πλήθει τε ἀκμάζοντες καὶ χώραν οὐκ αὐτάρκη τῇ πολυανθρωπίᾳ σφῶν ἔχοντες, μέρος μέν τι ἐκπέμψαι ἐς ἀποικίαν οὐκ ἠθέλησαν, μὴ καὶ διασπασθέντες εὐεπιβουλευτότεροι τοῖς λυπηθεῖσί ποτε ὑπ᾽ αὐτῶν γένωνται, πάντες δὲ δὴ ἀπαναστῆναι βουληθέντες, ὡς καὶ ἐς ἑτέραν τινὰ καὶ πλείω καὶ βελτίω χώραν μετοικισθησόμενοι, τάς τε κώμας καὶ τὰς πόλεις σφῶν ἁπάσας ἔκαυσαν ὥστε μηδένα [3] μετάμελον τῆς ἀναστάσεως ποιήσασθαι. καί τινας 2 καὶ ἑτέρους τῶν αὐτῶν δεομένους προσλαβόντες ἀπῆραν, Ὀρκετόριγός σφισιν ἡγουμένου, ἐν νῷ 3 ἔχοντες τόν τε Ῥοδανὸν διαβῆναι καὶ πρὸς ταῖς Ἄλπεσί που κατοικισθῆναι. καὶ ἐπειδὴ Καῖσαρ τήν τε γέφυραν διέκοψε καὶ τἆλλα ὡς κωλύσων αὐτοὺς διαβῆναι ἡτοιμάζετο, ἔπεμψαν πρὸς αὐτὸν δίοδόν τε αἰτούμενοι καὶ προσυπισχνούμενοι μηδὲν τὴν τῶν Ῥωμαίων γῆν κακώσειν. [4] καὶ ὅς, εἰ καὶ τὰ μάλιστα μήτε ἐπίστευεν 4 αὐτοῖς μήτε προχωρῆσαί ποι ἐπιτρέψειν ἔμελλεν, ἀλλ᾽ [p. 264] ὅτι γε οὐδέπω καλῶς παρεσκεύαστο, βουλεύσεσθαί τε 5 ὑπὲρ ὧν ἠξίουν μετὰ τῶν ὑποστρατήγων ἔφη καὶ τὴν ἀπόκρισιν ἐν ῥητῇ τινι ἡμέρᾳ δώσειν. καί τι καὶ ἐλπίδος, ὡς καὶ ἐπιτρέψων σφίσι τὴν δίοδον, ὑπετείνατο. κἀν τούτῳ τὰ ἐπικαιρότατα διετάφρευσε καὶ ἀπετείχισεν, ὥστ᾽ ἄπορον αὐτοῖς τὴν ὁδὸν γενέσθαι.

1 e)n added by R. Steph.

2 tinas Bk., tinas me\n L.

3 e)n nw=| supplied by Leuncl.

4 e)pi/steuen H. Steph., e)pi/steusen L.

5 te H. Steph., ti L.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: