previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φιλοπόται δὲ λέγονται γενέσθαι Διονύσιος Σικελίας τύραννος, καὶ Νυσαῖος καὶ οὗτος τύραννος, καὶ Ἀπολλοκράτης Διονυσίου τοῦ τυράννου υἱός, καὶ Ἱππαρῖνος Διονυσίου καὶ οὗτος, καὶ Τιμόλαος Θηβαῖος καὶ Χαρίδημος Ὠρείτης καὶ Ἀρκαδίων καὶ Ἐρασίξενος καὶ Ἀλκέτας Μακεδὼν καὶ Διότιμος Ἀθηναῖος. οὗτός τοι καὶ χώνη ἐπεκαλεῖτο: ἐντιθέμενος γὰρ τῷ στόματι χώνην ἀδιαλείπτως ἐχώρει τὸν ἐσχεόμενον οἶνον. Κλεομένης δὲ Λακεδαιμόνιος οὐ μόνον φασὶν ὅτι πολυπότης ἦν, ἀλλὰ γὰρ περιτιθέασιν αὐτῷ καὶ τοῦτο δήπου τὸ Σκυθικὸν κακόν, ὅτι ἀκρατοπότης ἐγένετο. καὶ Ἴωνα δὲ τὸν Χῖον τὸν ποιητὴν καὶ αὐτόν φασι περὶ τὸν οἶνον ἀκρατῶς ἔχειν. καὶ Ἀλέξανδρος δὲ Μακεδὼν ἐπὶ Καλανῷ τῷ Βραχμᾶνι, τῷ Ἰνδῶν σοφιστῇ, ὅτε ἑαυτὸν ἐκεῖνος κατέπρησεν, ἀγῶνα μουσικῆς καὶ ἱππέων καὶ ἀθλητῶν διέθηκε. χαριζόμενος δὲ τοῖς Ἰνδοῖς καί τι ἐπιχώριον αὐτῶν ἀγώνισμα ἐς τιμὴν τοῦ Καλανοῦ συγκατηρίθμησε τοῖς ἄθλοις τοῖς προειρημένοις. οἰνοποσίας γοῦν ἀγωνίαν προύθηκε, καὶ ἦν τῷ μὲν τὰ πρῶτα φερομένῳ τάλαντον τὸ γέρας, τῷ δὲ δευτέρῳ τριάκοντα μναῖ, τῷ γε μὴν τρίτῳ δέκα. δὲ τὰ νικητήρια ἀναδησάμενος ἐν αὐτοῖς ἦν Πρόμαχος. καὶ ἐκ Διονυσίου δὲ τῇ τῶν Χοῶν ἑορτῇ προύκειτο ἆθλον τῷ πιόντι πλεῖστον στέφανος χρυσοῦς. καὶ ἐνίκησε Ξενοκράτης Χαλκηδόνιος, καὶ τὸν στέφανον λαβών, ὅτε ἐπανῄει μετὰ τὸ δεῖπνον, τῷ Ἑρμῇ τῷ πρὸ τῶν θυρῶν ἑστῶτι ἐπέθηκεν αὐτὸν κατὰ τὸ ἔθος τῶν ἔμπροσθεν ἡμερῶν: καὶ γὰρ καὶ τοὺς ἀνθινοὺς καὶ τοὺς ἐκ τῆς μυρρίνης καὶ τὸν ἐκ τοῦ κιττοῦ καὶ τὸν ἐκ τῆς δάφνης ἐνταῦθα ἀνέπαυσε καὶ κατέλιπε. καὶ Ἀνάχαρσις δὲ πάμπολύ φασιν ἔπιε παρὰ Περιάνδρῳ, [p. 36] τοῦτο μὲν καὶ οἴκοθεν ἑαυτῷ ἐπαγόμενος τὸ ἐφόδιον: Σκυθῶν γὰρ ἴδιον τὸ πίνειν ἄκρατον. καὶ Λακύδης δὲ καὶ Τίμων οἱ φιλόσοφοι, καὶ τούτους φασὶ πάμπολυ πιεῖν. καὶ Μυκερῖνος δὲ Αἰγύπτιος, ὅτε αὐτῷ τὸ ἐκ Βουτοῦς μαντεῖον ἀφίκετο προλέγον τὴν τοῦ βίου στενοχωρίαν, εἶτα ἐβουλήθη σοφίσασθαι τὸ λόγιον ἐκεῖνος, διπλασιάζων τὸν χρόνον καὶ ταῖς ἡμέραις προστιθεὶς τὰς νύκτας, διετέλει καὶ αὐτὸς ἀγρυπνῶν καὶ πίνων ἅμα. τίθει μετὰ τούτων καὶ Ἄμασιν τὸν Αἰγύπτιον, εἴ τῳ Ἡρόδοτος ἱκανὸς τεκμηριῶσαι. καὶ Νικοτέλην δὲ τὸν Κορίνθιον οὐ χρὴ ἀπὸ τούτων τάττειν, καὶ Σκόπαν τὸν Κρέοντος υἱόν. καὶ Ἀντίοχον τὸν βασιλέα φασὶν οἰνεραστὴν γενέσθαι. διὰ ταῦτά τοι καὶ τὴν βασιλείαν αὐτῷ διῴκουν Ἄριστός τε καὶ Θεμίσων οἱ Κύπριοι, αὐτὸς δὲ διὰ τὴν πολυποσίαν ἐπεγέγραπτο τῇ ἀρχῇ ἄλλως. καὶ Ἐπιφανὴς δὲ κληθεὶς Ἀντίοχος Ῥωμαίοις δοθεὶς ὅμηρος καὶ οὗτος ἀκρατῶς ἐδίψη οἴνου πίνειν. καὶ ὁμώνυμος δὲ τούτου Ἀντίοχος ἐν Μήδοις πρὸς Ἀρσάκην πολεμήσας καὶ οὗτος ἦν τοῦ πίνειν δοῦλος. καὶ Μέγας δὲ καλούμενος Ἀντίοχος καὶ οὗτος σὺν τούτοις τετάχθω. καὶ Ἄγρωνα δὲ τὸν Ἰλλυριῶν βασιλέα ἀπέκτεινεν πρὸς τὸν οἶνον ἄδικος ὁρμή, καὶ αὐτῷ πλευρῖτιν ἐνειργάσατο. καὶ ἕτερος Ἰλλυριῶν βασιλεὺς Γέντιος πίνειν καὶ οὗτος εἴθιστο ἀκρατῶς. τόν γε μὴν Καππαδόκων βασιλέα Ὀροφέρνην τί τοῦτον ἐάσομεν, καὶ ἐκεῖνον πιεῖν γενόμενον δεινόν; εἰ δὲ χρὴ καὶ γυναικῶν μνημονεῦσαι, ἄτοπον μὲν γυνὴ φιλοπότις, καὶ πολυπότις ἔτι πλέον, εἰρήσθω δ᾽ οὖν καὶ περὶ τούτων. Κλεώ φασιν ἐς ἅμιλλαν ἰοῦσα οὐ γυναιξὶ μόναις ἀλλὰ καὶ τοῖς ἀνδράσι τοῖς συμπόταις δεινοτάτη πιεῖν ἦν, καὶ ἐκράτει πάντων, αἴσχιστόν [p. 37] γε τοῦτο φερομένη τὸ νικητήριον ὥς γε ἐμοὶ κριτῇ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (20 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: