[4]
σὺ δὲ καὶ τὴν Μακεδονικὴν χλαμύδα καταβαλὼν κάνδυν,
ὥς φασι, μετενέδυς καὶ τιάραν ὀρθὴν ἐπέθου καὶ
προσκυνεῖσθαι ὑπὸ Μακεδόνων, ὑπ᾽ ἐλευθέρων ἀνδρῶν,
ἠξίους, καὶ τὸ πάντων γελοιότατον, ἐμιμοῦ τὰ τῶν νενικημένων.
ἐῶ γὰρ λέγειν ὅσα ἄλλα ἔπραξας, λέουσι
συγκατακλείων πεπαιδευμένους ἄνδρας καὶ γάμους τοιούτους
γαμῶν καὶ Ἡφαιστίωνα ὑπεραγαπῶν. ἓν ἐπῄνεσα
μόνον ἀκούσας, ὅτι ἀπέσχου τῆς τοῦ Δαρείου γυναικὸς
[p. 164]
καλῆς οὔσης, καὶ τῆς μητρὸς αὐτοῦ καὶ τῶν θυγατέρων
ἐπεμελήθης: βασιλικὰ γὰρ ταῦτα.
Ἀλέξανδρος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.