previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] ὁπόσα ἔπραττον ἐν τῷ βίῳ, πότερα ἑκὼν ἔπραττον ἐπεκέκλωστό μοι ὑπὸ τῆς Μοίρας;

Μίνως
ὑπὸ τῆς Μοίρας δηλαδή.

Σώστρατος
οὐκοῦν καὶ οἱ χρηστοὶ ἅπαντες καὶ οἱ πονηροὶ δοκοῦντες ἡμεῖς ἐκείνῃ ὑπηρετοῦντες ταῦτα ἐδρῶμεν;

Μίνως
ναί, τῇ Κλωθοῖ, ἑκάστῳ ἐπέταξε γεννηθέντι τὰ πρακτέα.

Σώστρατος
εἰ τοίνυν ἀναγκασθείς τις ὑπ᾽ ἄλλου φονεύσειέ τινα οὐ δυνάμενος ἀντιλέγειν ἐκείνῳ βιαζομένῳ, οἷον δήμιος δορυφόρος, μὲν δικαστῇ πεισθείς, δὲ τυράννῳ, τίνα αἰτιάσῃ τοῦ φονου; [p. 190]

Μίνως
δῆλον ὡς τὸν δικαστὴν τὸν τύραννον, ἐπεὶ οὐδὲ τὸ ξίφος αὐτό: ὑπηρετεῖ γὰρ ὄργανον ὂν τοῦτο πρὸς τὸν θυμὸν τῷ πρώτῳ παρασχόντι τὴν αἰτίαν.

Σώστρατος
εὖ γε, Μίνως, ὅτι καὶ ἐπιδαψιλεύει τῷ παραδείγματι. ἢν δέ τις ἀποστείλαντος τοῦ δεσπότου ἥκῃ αὐτὸς χρυσὸν ἄργυρον κομίζων, τίνι τὴν χάριν ἰστέον τίνα εὐεργέτην ἀναγραπτέον;

Μίνως
τὸν πέμψαντα, Σώστρατε: διάκονος γὰρ κομίσας ἦν.

Σώστρατος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: