[3]
ἀνόνητα οὖν μοι ἐκεῖνα πάντα καὶ ἰσότιμος
ἔσται Μαύσωλος καὶ Διογένης;
Διογένης
οὐκ ἰσότιμος, ὦ γενναιότατε, οὐ γάρ: Μαύσωλος
μὲν γὰρ οἰμώξεται μεμνημένος τῶν ὑπὲρ γῆς, ἐν
οἷς εὐδαιμονεῖν ᾤετο, Διογένης δὲ καταγελάσεται αὐτοῦ.
καὶ τάφον ὁ μὲν ἐν Ἁλικαρνασσῷ ἐρεῖ ἑαυτοῦ ὑπὸ Ἀρτεμισίας
τῆς γυναικὸς καὶ ἀδελφῆς κατεσκευασμένον, ὁ
Διογένης δὲ τοῦ μὲν σώματος εἰ καί τινα τάφον ἔχει οὐκ
οἶδεν: οὐδὲ γὰρ ἔμελεν αὐτῷ τούτου: λόγον δὲ τοῖς ἀρίστοις
περὶ αὑτοῦ καταλέλοιπεν ἀνδρὸς βίον βεβιωκὼς
ὑψηλότερον, ὦ Καρῶν ἀνδραποδωδέστατε, τοῦ σοῦ μνήματος
καὶ ἐν βεβαιοτέρῳ χωρίῳ κατεσκευασμένον.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.