Μένιππος
ποῦ δὲ οἱ καλοί εἰσιν ἢ αἱ καλαί, Ἑρμῆ;
ξενάγησόν με νέηλυν ὄντα.
Ἑρμῆς
οὐ σχολή μοι, ὦ Μένιππε: πλὴν κατ᾽ ἐκεῖνο
ἀπόβλεψον, ἐπὶ τὰ δεξιά, ἔνθα ὁ Ὑάκινθός τέ ἐστι καὶ
[p. 170]
Νάρκισσος καὶ Νιρεὺς καὶ Ἀχιλλεὺς καὶ Τυρὼ καὶ Ἑλένη
καὶ Λήδα καὶ ὅλως τὰ ἀρχαῖα πάντα κάλλη.
Μένιππος
ὀστᾶ μόνα ὁρῶ καὶ κρανία τῶν σαρκῶν
γυμνά, ὅμοια τὰ πολλά.
Ἑρμῆς
καὶ μὴν ἐκεῖνά ἐστιν ἃ πάντες οἱ ποιηταὶ
θαυμάζουσι τὰ ὀστᾶ, ὧν σὺ ἔοικας καταφρονεῖν.
Μένιππος
ὅμως τὴν Ἑλένην μοι δεῖξον: οὐ γὰρ ἂν διαγνοίην ἔγωγε.
Ἑρμῆς
τουτὶ τὸ κρανίον ἡ Ἑλένη ἐστίν.
Μένιππος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.