previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αἰακός
τί ἄγχεις, Πρωτεσίλαε, τὴν Ἑλένην προσπεσών; [p. 171]

Πρωτεσίλεως
ὅτι διὰ ταύτην, Αἰακέ, ἀπέθανον ἡμιτελῆ μὲν τὸν δόμον καταλιπών, χήραν τε τὴν νεόγαμον γυναῖκα.

Αἰακός
αἰτιῶ τοίνυν τὸν Μενέλαον, ὅστις ὑμᾶς ὑπὲρ τοιαύτης γυναικὸς ἐπὶ Τροίαν ἤγαγεν.

Πρωτεσίλεως
εὖ λέγεις: ἐκεῖνόν μοι αἰτιατέον.

Μενέλαος
οὐκ ἐμέ, βέλτιστε, ἀλλὰ δικαιότερον τὸν Πάριν, ὃς ἐμοῦ τοῦ ξένου τὴν γυναῖκα παρὰ πάντα τα δίκαια ᾤχετο ἁρπάσας: οὗτος γὰρ οὐχ ὑπὸ σοῦ μόνου, ἀλλ᾽ ὑπὸ πάντων Ἑλλήνων τε καὶ βαρβάρων ἄξιος ἄγχεσθαι τοσούτοις θανάτου αἴτιος γεγενημένος.

Πρωτεσίλεως
ἄμεινον οὕτω: σὲ τοιγαροῦν, Δύσπαρι, οὐκ ἀφήσω ποτὲ ἀπὸ τῶν χειρῶν.

Πάρις
ἄδικα ποιῶν, Πρωτεσίλαε, καὶ ταῦτα ὁμότεχνον ὄντα σοι: ἐρωτικὸς γὰρ καὶ αὐτός εἰμι καὶ τῷ αὐτῷ θεῷ κατέσχημαι: οἶσθα δὲ ὡς ἀκούσιόν τί ἐστι καί τις ἡμᾶς δαίμων ἄγει ἔνθα ἂν ἐθέλῃ, καὶ ἀδύνατόν ἐστιν ἀντιτάττεσθαι αὐτῷ.

Πρωτεσίλεως

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: