previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[2] τὸ μὲν πρῶτον ἅπαντα ἐδυνάμην: ἔτι καὶ παῖδες ὡραῖοι ἦσαν πολλοὶ καὶ γυναῖκες ἁβρόταται καὶ μύρα καὶ οἶνος ἀνθοσμίας καὶ τράπεζα ὑπὲρ τὰς ἐν Σικελίᾳ.

Σιμύλος
καινὰ ταῦτα: ἐγὼ γάρ σε πάνυ φειδόμενον ἠπιστάμην.

Πολύστρατος
ἀλλ᾽ ἐπέρρει μοι, γενναῖε, παρ᾽ ἄλλων τἀγαθά: καὶ ἕωθεν μὲν εὐθὺς ἐπὶ θύρας ἐφοίτων μάλα πολλοί, μετὰ δὲ παντοῖά μοι δῶρα προσήγετο ἁπανταχόθεν τῆς γῆς τὰ κάλλιστα.

Σιμύλος
Ἐτυράννησας, Πολύστρατε, μετ᾽ ἐμέ;

Πολύστρατος
οὔκ, ἀλλ᾽ ἐραστὰς εἶχον μυρίους.

Σιμύλος
ἐγέλασα: ἐραστὰς σὺ τηλικοῦτος ὤν, ὀδόντας τέτταρας ἔχων;

Πολύστρατος
νὴ Δία, τοὺς ἀρίστους γε τῶν ἐν τῇ πόλει: καὶ γέροντά με καὶ φαλακρόν, ὡς ὁρᾷς, ὄντα καὶ ληαῶντα προσέτι καὶ κορυζῶντα ὑπερήδοντο θεραπεύοντες, [p. 148] καὶ μακάριος ἦν αὐτῶν ὅντινα ἂν καὶ μόνον προσέβλεψα.

Σιμύλος
μῶν καὶ σύ τινα ὥσπερ Φάων τὴν Ἀφροδίτην ἐκ Χίου διεπόρθμευσας, εἶτά σοι εὐξαμένῳ ἔδωκε νέον εἶναι καὶ καλὸν ἐξ ὑπαρχῆς καὶ ἀξιέραστον;

Πολύστρατος
οὔκ, ἀλλὰ τοιοῦτος ὢν περιπόθητος ἦν.

Σιμύλος
αἰνίγματα λέγεις.

Πολύστρατος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: