[2]
εὖ λέγεις. εἴθε οὖν μοι τὸν Ἔρωτα ἐνταῦθα
λαβεῖν δυνατὸν ἦν.
Αἰακός
ἐγώ σοι καὶ περὶ τοῦ Ἔρωτος ἀποκρινοῦμαι
τὰ δίκαια: φήσει γὰρ αὐτὸς μὲν τοῦ ἐρᾶν τῷ Πάριδι ἴσως
γεγενῆσθαι αἴτιος, τοῦ θανάτου δέ σοι οὐδένα ἄλλον, ὦ
Πρωτεσίλαε, ἢ σεαυτόν, ὃς ἐκλαθόμενος τῆς νεογάμου
γυναικός, ἐπει προσεφέρεσθε τῇ Τρῳάδι, οὕτως φιλοκινδύνως
καὶ ἀπονενοημένως προεπήδησας τῶν ἄλλων δόξης
ἐρασθείς, δι᾽ ἣν πρῶτος ἐν τῇ ἀποβάσει ἀπέθανες.
Πρωτεσίλεως
οὐκοῦν καὶ ὑπὲρ ἐμαυτοῦ σοι, ὦ Αἰακἑ,
ἀποκρινοῦμαι δικαιότερα: οὐ γὰρ ἐγὼ τούτων αἴτιος,
ἀλλ᾽ ἡ Μοῖρα καὶ τὸ ἐξ ἀρχῆς οὕτως ἐπικεκλῶσθαι
Αἰακός
ὀρθῶς: τί οὖν τούτους αἰτιᾷ;
[p. 172]
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.