Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἡ μὲν γὰρ αἴσθησις
οὐδέν τι μᾶλλον ἐπὶ λευκῶν ἢ μελάνων διαγνώσει
γέγονεν, οὐδὲ γλυκέων ἢ πικρῶν, οὐδὲ μαλακῶν
καὶ εἰκόντων ἢ σκληρῶν καὶ ἀντιτύπων, ἀλλ᾽
ἔργον αὐτῆς ἑκάστοις ἐντυγχάνουσαν ὑπὸ πάντων
τε κινεῖσθαι καὶ κινουμένην πρὸς τὸ φρονοῦν
ἀναφέρειν ὡς πέπονθεν. αἱ δὲ τέχναι μετὰ λόγου
συνεστῶσαι πρὸς αἵρεσιν καὶ λῆψιν οἰκείου τινός,
φυγὴν δὲ καὶ διάκρουσιν ἀλλοτρίου, τὰ μὲν ἀφ᾽
αὑτῶν προηγουμένως, τὰ δὲ ὑπὲρ τοῦ φυλάξασθαι
κατὰ συμβεβηκὸς ἐπιθεωροῦσι:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.