Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἀπέβαλε
δὲ καὶ σκηνὴν καὶ χρήματα καὶ ὅλως σύμπασαν
τὴν περὶ τὸ σῶμα θεραπείαν. ἀλλὰ ταῦτα
μὲν αὐτῷ Πτολεμαῖος ἀπέπεμψε μετὰ τῶν φίλων,
εὐγνώμονα καὶ φιλάνθρωπον ἀνειπὼν λόγον, ὡς
οὐ περὶ πάντων ἅμα, περὶ δόξης δὲ καὶ ἀρχῆς
πολεμητέον ἐστὶν αὐτοῖς. Δημήτριος δὲ δεξάμενος
εὔξατο τοῖς θεοῖς μὴ πολὺν χρόνον ὀφειλέτην
γενέσθαι Πτολεμαίῳ χάριτος, ἀλλὰ ταχέως
ἀμείψασθαι διὰ τῶν ὁμοίων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.