Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
συνέβη γάρ, ὡς ἔοικε, τὸν
Ἀντίοχον ἐρασθέντα τῆς Στρατονίκης νέας οὔσης,
ἤδη δὲ παιδίον ἐχούσης ἐκ τοῦ Σελεύκου, διακεῖσθαι
κακῶς καὶ πολλὰ ποιεῖν τῷ πάθει διαμαχόμενον,
τέλος δ᾽ ἑαυτοῦ καταγνόντα δεινῶν μὲν
ἐπιθυμεῖν, ἀνήκεστα δὲ νοσεῖν, κεκρατῆσθαι δὲ
τῷ λογισμῷ, τρόπον ἀπαλλαγῆς τοῦ βίου ζητεῖν
καὶ παραλύειν ἀτρέμα καὶ θεραπείας ἀμελείᾳ
καὶ τροφῆς ἀποχῇ τὸ σῶμα, νοσεῖν τινα νόσον
σκηπτόμενον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.