Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὐ μόνον δὲ ταῖς γαμεταῖς, ἀλλὰ καὶ τοῖς
φίλοις τοῦ Δημητρίου ζῆλον καὶ φθόνον εὐημεροῦσα
καὶ στεργομένη παρεῖχεν. ἀφίκοντο
γοῦν τινες παρ᾽ αὐτοῦ κατὰ πρεσβείαν πρὸς
Λυσίμαχον, οἷς ἐκεῖνος ἄγων σχολὴν ἐπέδειξεν ἔν
τε τοῖς μηροῖς καὶ τοῖς βραχίοσιν ὠτειλὰς βαθείας
ὀνύχων λεοντείων: καὶ διηγεῖτο τὴν γενομένην
αὐτῷ μάχην πρὸς τὸ θηρίον, ὑπὸ Ἀλεξάνδρου
συγκαθειρχθέντι τοῦ βασιλέως. οἱ δὲ γελῶντες
ἔφασαν καὶ τὸν αὑτῶν βασιλέα δεινοῦ θηρίου
δήγματα φέρειν ἐν τῷ τραχήλῳ, Λαμίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.