Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
προαισθομένου μὲν οὐδενός,
ἐπεὶ δὲ ὤφθη πλησίον ὁ στόλος, ἁπάντων
ὡς Πτολεμαϊκὰς τὰς ναῦς ὑποδέχεσθαι παρασκευαζομένων,
ὀψὲ συμφρονήσαντες ἐβοήθουν οἱ
στρατηγοί, καὶ θόρυβος ἦν, οἷον εἰκὸς ἐν ἀπροσδοκήτῳ
πολεμίους ἀποβαίνοντας ἀναγκαζομένων
ἀμύνεσθαι. τοῖς γὰρ στόμασι τῶν λιμένων
ἀκλείστοις ἐπιτυχὼν ὁ Δημήτριος καὶ διεξελάσας
ἐντὸς ἦν ἤδη καταφανὴς πᾶσι, καὶ διεσήμηνεν
ἀπὸ τῆς νεὼς αἴτησιν ἡσυχίας καὶ σιωπῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.