Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
καὶ τοῦτο μάλιστα Δημήτριον
ἐκάκωσεν: οὐ γὰρ οὕτω μισηθεὶς ὁ Πύρρος ἀφ᾽
ὧν ἔπραξεν ὡς θαυμασθεὶς διὰ τὸ πλεῖστα τῇ
χειρὶ κατεργάσασθαι, μέγα τε καὶ λαμπρὸν
ἔσχεν ἀπὸ τῆς μάχης ἐκείνης ὄνομα παρὰ τοῖς
Μακεδόσι: καὶ πολλοῖς ἐπῄει λέγειν τῶν Μακεδόνων
ὡς ἐν μόνῳ τούτῳ τῶν βασιλέων εἴδωλον
ἐνορῷτο τῆς Ἀλεξάνδρου τόλμης, οἱ δὲ ἄλλοι,
καὶ μάλιστα Δημήτριος, ὡς ἐπὶ σκηνῆς τὸ βάρος
ὑποκρίνοιντο καὶ τὸν ὄγκον τοῦ ἀνδρός.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.