Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
οὕτως ἄρα πάντη δυσκοινώνητον
ἡ ἀρχή, καὶ μεστὸν ἀπιστίας καὶ δυσνοίας,
ὥστε ἀγάλλεσθαι τὸν μέγιστον τῶν Ἀλεξάνδρου
διαδόχων καὶ πρεσβύτατον ὅτι μὴ φοβεῖται τὸν
υἱόν, ἀλλὰ προσίεται τὴν λόγχην ἔχοντα τοῦ
σώματος πλησίον. οὐ μὴν ἀλλὰ καὶ μόνος, ὡς
εἰπεῖν, ὁ οἶκος οὗτος ἐπὶ πλείστας διαδοχὰς
τῶν τοιούτων κακῶν ἐκαθάρευσε, μᾶλλον δὲ εἷς
μόνος τῶν ἀπ᾽ Ἀντιγόνου Φίλιππος ἀνεῖλεν υἱόν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.