previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] ὡς δὲ ταῦτα πρὸς τὸν Ζηνόθεμιν ἀπωδύρετο, ' ‘ θάρρει,'’ ἔφη, ' ‘ Μενέκρατες, οὔτε γὰρ ἀπορήσεις τῶν ἀναγκαίων καὶ θυγάτηρ σου ἄξιον τοῦ γένους τινὰ εὑρήσει νυμφίον.'’ καὶ ταῦτα ἅμα διεξιὼν λαβόμενος αὐτὸν τῆς δεξιᾶς ἦγεν εἰς τὴν οἰκίαν καὶ τήν τε οὐσίαν πολλὴν οὖσαν ἐνείματο πρὸς αὐτὸν καὶ δεῖπνον παρασκευασθῆναι κελεύσας εἱστία τοὺς φίλους καὶ τὸν Μενεκράτη, ὡς δή τινα τῶν ἑταίρων πεπεικὼς ὑποστῆναι τῆς κόρης τὸν γάμον. ἐπεὶ δὲ ἐδεδείπνητο αὐτοῖς καὶ [p. 146] ἔσπεισαν τοῖς θεοῖς, ἐνταῦθα δὴ μεστὴν αὐτῷ τὴν φιάλην προτείνας, ' ‘ δέδεξο,'’ εἶπεν, ' ‘ Μενέκρατες, παρὰ τοῦ γαμβροῦ φιλοτησίαν ἄξομαι γὰρ ἐγὼ τήμερον τὴν σὴν θυγατέρα Κυδιμάχην τὴν προῖκα δὲ πάλαι εἴληφα, τάλαντα πέντε καὶ εἴκοσι.'’ τοῦ δέ, ' ‘ἄπαγε,'’ λέγοντος, ' ‘μὴ σύ γε, Ζηνόθεμι: μὴ οὕτω μανείην ὡς περιιδεῖν σε νέον καὶ καλὸν ὄντα κόρῃ αἰσχρᾷ καὶ λελωβημένῃ συγκαταζευγνύμενον,'’ δέ, ταῦτα διεξιόντος, ἀράμενος τὴν νύμφην ἀπῄει εἰς τὸν θάλαμον καὶ μετ᾽ ὀλίγον προῆλθεν διακορήσας αὐτήν. καὶ τὸ ἀπ᾽ ἐκείνου σύνεστιν ὑπεραγαπῶν καὶ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: