previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[26] πάντῃ ὡς ὁρᾷς περιαγόμενος αὐτήν. καὶ οὐχ ὅπως αἰσχύνεται τῷ γάμῳ, ἀλλὰ καὶ σεμνυνομένῳ ἔοικεν, ἐπιδεικνύμενος ὡς καταφρονεῖ μὲν τῶν ἐν τῷ σώματι καλῶν αἰσχρῶν καὶ πλούτου καὶ δόξης, ἀφορᾷ δὲ ἐς τὸν φίλον καὶ τὸν Μενεκράτη, οὐδὲ οἴεται χείρω πρὸς φιλίαν ὑπὸ τῆς ψήφου τῶν ἑξακοσίων γεγονέναι. πλὴν ἤδη γε τούτων οὕτως αὐτὸν ἠμείψατο τύχη. παιδίον γὰρ πάγκαλον ἐκ τῆς αἰσχίστης αὐτῷ ταύτης ἐγένετο, καὶ πρῴην γε, ἐπεὶ ἀράμενος αὐτὸ εἰσεκόμισεν πατὴρ εἰς τὸ βουλευτήριον θαλλῷ ἐστεμμένον καὶ μέλανα ἀμπεχόμενον, ὡς ἐλεεινότερον φανείη ὑπὲρ τοῦ πάππου, τὸ μὲν βρέφος ἀνεγέλασε πρὸς τοὺς βουλευτὰς καὶ συνεκρότει τὼ χεῖρε, βουλὴ δὲ ἐπικλασθεῖσα πρὸς αὐτὸ ἀφίησι τῷ Μενεκράτει τὴν καταδίκην [p. 148] καὶ ἤδη ἐπίτιμός ἐστι, τηλικούτῳ συνηγόρῳ χρησάμενος πρὸς τὸ συνέδριον.’ Τοιαῦτα Μασσαλιώτης ἔλεγεν τὸν Ζηνόθεμιν εἰργάσθαι ὑπὲρ τοῦ φίλου, ὡς ὁρᾷς, οὐ μικρὰ οὐδὲ ὑπὸ πολλῶν ἂν Σκυθῶν γενόμενα, οἵ γε κἂν τὰς παλλακὰς ἀκριβῶς τὰς καλλίστας ἐκλέγεσθαι λέγονται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: