Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὦ Τόξαρι, οὐ μόνον ἄρα τοξεύειν ἀγαθοὶ ἦσαν Σκύθαι καὶ τὰ πολεμικὰ τῶν ἄλλων ἀμείνους, ἀλλὰ καὶ ῥῆσιν εἰπεῖν ἁπάντων πιθανώτατοι.
ἐμοὶ γοῦν τέως ἄλλως γιγνώσκοντι ἤδη καὶ
αὐτῷ δίκαια ποιεῖν δοκεῖτε οὕτως Ὀρέστην καὶ Πυλάδην ἐκθειάσαντες. ἐλελήθεις δέ με, ὦ γενναῖε, καὶ γραφεὺς ἀγαθὸς ὤν. πάνυ γοῦν ἐναργῶς
[p. 116] ἐπέδειξας ἡμῖν τὰς ἐν τῷ Ὀρεστείῳ εἰκόνας καὶ
τὴν μάχην τῶν ἀνδρῶν καὶ τὰ ὑπὲρ ἀλλήλων τραύματα, πλὴν ἀλλ᾽ οὐκ ᾠήθην ἂν οὕτω ποτὲ
περισπούδαστον εἶναι φιλίαν ἐν Σκύθαις: ἅτε γὰρ ἀξένους καὶ ἀγρίους ὄντας αὐτοὺς ἔχθρᾳ μὲν ἀεὶ συνεῖναι καὶ ὀργῇ καὶ θυμῷ, φιλίαν δὲ μηδὲ πρὸς τοὺς οἰκειοτάτους ἐπαναιρεῖσθαι, τεκμαιρόμενος τοῖς τε ἄλλοις ἃ περὶ αὐτῶν ἀκούομεν καὶ ὅτι
κατεσθίουσι τοὺς πατέρας ἀποθανόντας.
Τόξαρις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.