previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[39] τετάρτη μὲν ἦν ἡμέρα τῆς φιλίας Δανδάμιδι καὶ Ἀμιζώκῃ, ἀφ᾽ οὗ τὸ ἀλλήλων αἷμα συνεπεπώκεσαν ἧκον δὲ ἡμῖν ἐπὶ τὴν χώραν Σαυρομάται μυρίοις μὲν ἱππεῦσιν, οἱ πεζοὶ δὲ τρὶς τοσοῦτοι ἐπεληλυθέναι ἐλέγοντο. οἷα δὲ οὐ προϊδομένοις τὴν ἔφοδον αὐτῶν ἐπιπεσόντες ^ ἅπαντας μὲν τρέπουσι, πολλοὺς δὲ τῶν μαχίμων κτείνουσι, τοὺς δὲ καὶ ζῶντας ἀπάγουσι, πλὴν εἴ τις ἔφθη διανηξάμενος εἰς τὸ πέραν τοῦ ποταμοῦ, ἔνθα. ἡμῖν τὸ ἥμισυ τοῦ στρατοπέδου καὶ μέρος τῶν ἁμαξῶν ἦν οὕτω γὰρ ἐσκηνώσαμεν τότε, οὐκ οἶδα τι δόξαν τοῖς ἀρχιπλάνοις ἡμῶν, ἐπ᾽ ἀμφοτέρας τὰς ὄχθας τοῦ Τανάϊδος. εὐθὺς οὖν τε λεία περιηλαύνετο καὶ τὰ αἰχμάλωτα συνείχετο καὶ τὰς σκηνὰς διήρπαζον καὶ τὰς ἁμάξας κατελαμβάνοντο, αὐτάνδρους τὰς πλείστας ἁλισκομένας, καὶ ἐν ὀφθαλμοῖς ἡμῶν ὑβρίζοντες τὰς παλλακίδας καὶ τὰς γυναῖκας:

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: