Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
λέγοις ἂν ἤδη ὅ τι τὸ σεμνὸν καὶ θεῖον ἄλλο ἐξειργάσαντο ' ἐπεὶ ὅσον ἐπὶ τῷ πλῷ ^ καὶ τῇ ἀποδημίᾳ πολλοὺς ἄν σοι θειοτέρους ἐκείνων ἀποδείξαιμι, τοὺς ἐμπόρους, καὶ μάλιστα τοὺς Φοίνικας αὐτῶν, οὐκ εἰς τὸν Πόντον οὐδὲ ἄχρι τῆς Μαιώτιδος καὶ τοῦ Βοσπόρου μόνον ἐσπλέοντας, ἀλλὰ πανταχοῦ τῆς Ἑλληνικῆς καὶ βαρβαρικῆς θαλάττης ναυτιλλομένους: ἅπασαν γὰρ οὗτοι ἀκτὴν
καὶ πάντα αἰγιαλόν, ὡς εἰπεῖν, διερευνησάμενοι καθ᾽ ἕκαστον ἔτος ὀψὲ τοῦ μετοπώρου εἰς τὴν αὐτῶν ἐπανίασιν. οὓς κατὰ τὸν αὐτὸν λόγον
θεοὺς νόμιζε, καὶ ταῦτα καπήλους καὶ ταριχοπώλας,
εἰ τύχοι, τοὺς πολλοὺς αὐτῶν ὄντας.
Τόξαρις
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.