previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[33] χρόνῳ δὲ καὶ τοιόνδε τι προσπεσὸν ἔπαυσεν ἐπὶ πλέον αὐτοὺς δυστυχοῦντας. εἷς γὰρ τῶν δεδεμένων, οὐκ οἶδ᾽ ὅθεν ῥίνης εὐπορήσας καὶ συνωμότας πολλοὺς τῶν δεσμωτῶν προσλαβών, ἀποπρίει τε τὴν ἅλυσιν ἐδέδεντο ἑξῆς, τῶν κλοιῶν εἰς αὐτὴν διειρομένων, καὶ ἀπολύει ἅπαντας: οἱ δὲ ἀποκτείναντες εὐμαρῶς ὀλίγους ὄντας τοὺς φύλακας ἐκπηδῶσιν ἀθρόοι. ἐκεῖνοι μὲν οὖν τὸ παραυτίκα ἔνθα ἐδύναντο ἕκαστος διασπαρέντες ὕστερον συνελήφθησαν οἱ πολλοί Δημήτριος δὲ καὶ Ἀντίφιλος κατὰ χώραν ἔμειναν, καὶ τοῦ Σύρου λαβόμενοι ἤδη ἀπιόντος. ἐπεὶ δὲ ἡμέρα ἐγένετο, μαθὼν τὴν Αἴγυπτον ἐπιτετραμμένος τὸ συμβεβηκὸς ἐπ᾽ ἐκείνους μὲν ἐπεμψεν τοὺς διωξομένους, μεταστειλάμενος δὲ τοὺς ἀμφὶ τὸν Δημήτριον ἀπέλυσε τῶν δεσμῶν, ἐπαινέσας ὅτι μόνοι οὐκ ἀπέδρασαν. ἀλλ᾽ οὐκ ἐκεῖνοί γε ἠγάπησαν οὕτως ἀφιέμενοι, ἐβόα δὲ Δημήτριος καὶ δεινὰ ἐποίει, ἀδικεῖσθαι σφᾶς οὐ μικρὰ εἰ δόξουσι κακοῦργοι ὄντες ἐλέῳ ἐπαίνῳ τοῦ μὴ ἀποδρᾶναι ἀφεῖσθαι: καὶ τέλος ἠνάγκασαν τὸν δικαστὴν ἀκριβῶς τὸ πρᾶγμα ἐξετάσαι. δὲ ἐπεὶ ἔμαθεν οὐδὲν ἀδικοῦντας, ἐπαινέσας αὐτούς, τὸν Δημήτριον δὲ καὶ πάνυ θαυμάσας, ἀφίησι παραμυθησάμενος [p. 158] ἐπὶ τῇ κολάσει ἣν ἠνέσχοντο ἀδίκως δεθέντες, καὶ ἑκάτερον δωρησάμενος παρ᾽ αὑτοῦ, δραχμαῖς μὲν μυρίαις τὸν Ἀντίφιλον, δὶς τοσαύταις δὲ τὸν Δημήτριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: