previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[46] παρὰ τὴν Μαιῶτιν ἐς τοὺς Μάχλυας δὲ Ἀρσακόμας ἐπανελθὼν οἴκαδε μηνύει τοῖς φίλοις ὡς ἀτιμασθείη ὑπὸ τοῦ βασιλέως καὶ γελασθείη ἐν τῷ συμποσίῳ, πένης εἶναι δόξας. ‘ καίτοι,’ ἔφη, ‘ ἐγὼ διηγησάμην αὐτῷ τὸν πλοῦτον ὁπόσος ἐστίν μοι, ὑμᾶς, Λογχάτα καὶ Μακέντα, καὶ τὴν εὔνοιαν τὴν ὑμετέραν, πολὺ ἀμείνω καὶ βεβαιοτέραν τῆς Βοσπορανῶν δυνάμεως. ἀλλ᾽ ἐμοῦ ταῦτα διεξιόντος ἡμᾶς μὲν ἐχλεύαζεν καὶ κατεφρόνει, Ἀδυρμάχῳ δὲ τῷ Μάχλυϊ παρέδωκεν ἀπάγειν τὴν νύμφην, ὅτι χρυσᾶς τε ^ φιάλας ἐλέγετο ἔχειν δέκα καὶ ἁμάξας τετρακλίνους ὀγδοήκοντα καὶ πρόβατα καὶ βοῦς πολλούς. οὕτως ἄρα προετίμησεν ἀνδρῶν ἀγαθῶν βοσκήματα πολλὰ καὶ ἐκπώματα περίεργα καὶ ἁμάξας βαρείας. ἐγὼ δέ, φίλοι, δι᾽ ἀμφότερα ἀνιῶμαι: καὶ γὰρ ἐρῶ τῆς Μαζαίας, καὶ ὕβρις ἐν τοσούτοις ἀνθρώποις οὐ μετρίως μου καθίκετο. οἶμαι δὲ καὶ ὑμᾶς ἐπ᾽ ἴσης ἠδικῆσθαι: τὸ γὰρ τρίτον μετῆν ἑκάστῳ ἡμῶν ^ τῆς ἀτιμίας, εἴ γε οὕτω βιοῦμεν ὡς ἀφ᾽ οὗ συνεληλύθαμεν εἷς ἄνθρωπος ὄντες καὶ τὰ αὐτὰ ἀνιώμενοι καὶ τὰ αὐτὰ χαίροντες.’ ‘οὐ μόνον,’ ἐπεῖπεν Λογχάτης, ‘ ἀλλὰ ἕκαστος ἡμῶν ὅλος ὕβρισται, ὁπότε σὺ τοιαῦτα ἔπαθες.’ ‘ ’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: