previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι τὸ πάσασθαι ἐπὶ τοῦ ἀπογεύσασθαι τίθεται. φησὶ γοῦν Φοῖνιξ πρὸς Ἀχιλλέα Il. 9.486':' ‘οὐκ ἤθελον ἅμ᾽ ἄλλῳ ἐν μεγάροισι πάσασθαι.' καὶ ἀλλαχοῦ Od. 3.9':' ‘εὖθ᾽ οἳ σπλάγχν᾽ ἐπάσαντο.' τῶν γὰρ σπλάγχνων ἀπογεύονται μόνον ὡς ἂν ὀλίγων πολὺς ὅμιλος. καὶ Πρίαμος δὲ πρὸς Ἀχιλλέα φησί Il. 24.641':' ‘νῦν δὴ καὶ σίτου πασάμην.' οἰκεῖον γὰρ τοῦ τηνικάδε ἀτυχήσαντος ἀπογεύσασθαι μόνον: εἰς κόρον γὰρ ἐλθεῖν οὐκ εἴα τὸ πένθος. διὸ καὶ τὸ σύνολον οὐ γευσάμενος τροφῆςκεῖτ᾽ ἄσιτος, ἄπαστος Od. 4.788'.' ἐπὶ δὲ τῶν ἀποπληρουμένων οὐδέποτε λέγει τὸ πάσασθαι, ἀλλ᾽ ὁπόσα δηλοῖ κόρον: “αὐτὰρ ἐπεὶ σίτου τάρφθενOd. 6.99 καὶἐδητύος ἐξ ἔρον ἕντο Od. 4.68'.' οἱ δὲ νεώτεροι καὶ ἐπὶ τοῦ πληρωθῆναι τιθέασι τὸ πάσασθαι. Καλλίμαχος fr. 261 Sch':'
μύθου δὲ πασαίμην
ἥδιον.
Ἐρατοσθένης fr. 35 H':'
ὀπταλέα κρέα
ἐκ τέφρης ἐπάσαντο τά τ᾽ ἀγρώσσοντες ἕλοντο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (6 total)
  • Cross-references from this page (6):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: