Βακχίου φιλανθέμουκαὶ Ὀδυσσεὺς ὤπασεν
Αἴθοπα πεπαίνοντ᾽ ὀρχάτους ὀπωρινούς:
ἐξ οὗ βροτοὶ καλοῦσιν οἶνον αἴθοπα.
Τιμόθεος δ᾽ ἐν Κύκλωπι ῾fr. 5 B4':'μελιηδέα οἶνον ἐρυθρόν,
ἓν δέπας ἐμπλήσας, ὕδατος δ᾽ ἀνὰ εἴκοσι μέτρα
χεῦ᾽: ὀδμὴ δ᾽ ἡδεῖα ἀπὸ κρητῆρος ὀδώδει.
ἔγχευε δ᾽ ἓν μὲν δέπας κίσσινον μελαίνας
σταγόνος ἀμβρότας ἀφρῷ βρυάζον:
εἴκοσιν δὲ μέτρ᾽ ἐνέχευ᾽, ἀναμίσγων
αἷμα Βακχίου νεορρύτοισι δακρύοισι Νυμφᾶν.