previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΚΙΣΣΥΒΙΟΝ τὸ μόνωτον ποτήριον Φιλήμων.
Νεοπτόλεμος δ᾽ Παριανὸς ἐν τρίτῳ Γλωσσῶν τὸ κίσσινον ποτήριον σημαίνειν παρ᾽ Εὐριπίδῃ ἐν Ἀνδρομέδᾳ fr. 146 N':'
πᾶς δὲ ποιμένων ἔρρει λεώς,
μὲν γάλακτος κίσσινον φέρων σκύφος
πόνων ἀναψυκτῆρ᾽, δ᾽ ἀμπέλων γάνος.
τὸ γὰρ κισσύβιον, φησί, λέγεται ἐπὶ συνόδου ἀγροικικῆς, ἔνθα προσήκει μάλιστα τὸ ξύλινον ποτήριον. Κλείταρχος δέ φησιν Αἰολεῖς τὸν σκύφον κισσύβιον καλεῖν: Μαρσύας δὲ κύπελλον καὶ τὸ ξύλινον ποτήριον. Εὔμολπος δὲ γένος τι ποτηρίου, ἴσως, φησίν, κατ᾽ ἀρχὰς ἐκ κισσίνου κατασκευασθὲν ξύλου.' Νίκανδρος δὲ Κολοφώνιος ἐν τῷ πρώτῳ τῶν Αἰτωλικῶν γράφει fr. 1 Schn':' ‘ἐν τῇ ἱεροποιίῃ τοῦ Διδυμαίου Διὸς κισσοῦ σπονδοποιέονται πετάλοισιν, ὅθεν τὰ ἀρχαῖα ἐκπώματα κισσύβια φωνέεται.' Ὅμηρος:

κισσύβιον μετὰ χερσὶν ἔχων μέλανος οἴνοιο.

Ἀσκληπιάδης δ᾽ Μυρλεανὸς ἐν τῷ περὶ τῆς Νεστορίδοςσκύφει, φησί, καὶ κισσυβίῳ τῶν μὲν ἐν ἄστει καὶ μετρίων οὐδεὶς ἐχρῆτο, συβῶται δὲ καὶ νομεῖς καὶ οἱ ἐν ἀγρῷ: Πολύφημος μὲν τῷ κισσυβίῳ, θατέρῳ δὲ Εὔμαιος. Καλλίμαχος δ᾽ ἔοικε διαμαρτάνειν ἐν τῇ συγχρήσει τῶν ὀνομάτων, λέγων ἐπὶ τοῦ οἰκείου ξένου τοῦ παρὰ τῷ Ἀθηναίῳ Πόλλιδι συνεστιασθέντος αὐτῷ fr. 109':'
καὶ γὰρ Θρηικίην μὲν ἀνήνατο χανδὸν ἄμυστιν
ζωροποτεῖν, ὀλίγῳ δ᾽ ἥδετο κισσυβίῳ.
τῷ μὲν ἐγὼ τόδ᾽ ἔλεξα περιστείχοντος ἀλείσου
τὸ τρίτον.
γὰρ λέγων ἄλεισον τὸ αὐτὸ καὶ κισσύβιον τὴν ἀκριβῆ θέσιν τῶν ὀνομάτων οὐ διαφυλάττει. εἰκάσειε δ᾽ ἄν τις τὸ κισσύβιον τὸ πρῶτον ὑπὸ ποιμένων ἐργασθῆναι ἐκ κισσίνου ξύλου. ἄλλοι δὲ ἐτυμολογοῦσιν αὐτὸ ἀπὸ τοῦ χεῖσθαι, τὸ δ᾽ ἐστὶ χωρεῖν ῾ς1 17':'
οὐδὸς δ᾽ ἀμφοτέρους ὅδε χείσεται.
καὶ τοῦ ὄφεως κατάδυσις χειή Il. 23.93',' καταδεχομένη τὸ ζῷον. καὶ κήθιον τὸ χήτιον τὸ χωροῦν τοὺς ἀστραγάλους. Διονύσιος δ᾽ Σάμιος ἐν τοῖς περὶ τοῦ Κύκλου FHG II 10' 'τὸ Ὁμηρικὸν κισσύβιον κυμβίον ἔφη γράφων οὕτως: ‘καὶ αὐτὸν Ὀδυσσεὺς ὁρῶν ταῦτα ποιοῦντα πληρώσας τοῦ οἴνου κυμβίον δίδωσι πιεῖν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: