previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλὰ μὴν καὶ ἐν τῷ Πρωταγόρᾳ διάλογος, μετὰ τὴν Ἱππονίκου τελευτὴν γενόμενος παρειληφότος ἤδη τὴν οὐσίαν Καλλίου, τοῦ Πρωταγόρου <μέμνηται> παραγεγονότος τὸ δεύτερον οὐ πολλαῖς πρότερον ἡμέραις p. 309 d'.' δ᾽ Ἱππόνικος ἐπὶ μὲν Εὐθυδήμου ἄρχοντος στρατηγῶν παρατέτακται μετὰ Νικίου πρὸς Ταναγραίους καὶ τοὺς παραβοηθοῦντας Βοιωτῶν καὶ τῇ μάχῃ νενίκηκε. τέθνηκε δὲ πρὸ τῆς ἐπ᾽ Ἀλκαίου διδασκαλίας τῶν Εὐπόλιδος Κολάκων οὐ πολλῷ χρόνῳ κατὰ τὸ εἰκός. πρόσφατον γάρ τινα τοῦ Καλλίου τὴν παράληψιν τῆς οὐσίας ἐμφαίνει τὸ δρᾶμα. ἐν οὖν τούτῳ τῷ δράματι Εὔπολις τὸν Πρωταγόραν ὡς ἐπιδημοῦντα εἰσάγει I 297 K',' Ἀμειψίας δ᾽ ἐν τῷ Κόννῳ δύο πρότερον ἔτεσιν διδαχθέντι οὐ καταριθμεῖ αὐτὸν I 673 K' 'ἐν τῷ τῶν φροντιστῶν χορῷ. δῆλον οὖν ὡς μεταξὺ τούτων τῶν χρόνων παραγέγονεν. δὲ Πλάτων καὶ τὸν Ἠλεῖον Ἱππίαν συμπαρόντα ποιεῖ [ἐν] τῷ Πρωταγόρᾳ μετά τινων ἰδίων πολιτῶν p. 314 c 315 b',' οὓς οὐκ εἰκὸς ἐν Ἀθήναις ἀσφαλῶς διατρίβειν πρὸ τοῦ τὰς ἐνιαυσίας ἐπὶ Ἰσάρχου [τοῦ] Ἐλαφηβολιῶνος συντελεσθῆναι σπονδάς. δὲ τὸν διάλογον ὑφίσταται γινόμενον περὶ τοὺς καιροὺς τούτους καθ᾽ οὓς αἱ σπονδαὶ προσφάτως ἐγεγόνεσαν: λέγει γοῦν p. 327 d':' ‘εἰ γὰρ εἶεν ἄνθρωποι ἄγριοι οἵους πέρυσι Φερεκράτης ποιητὴς ἐδίδαξεν ἐπὶ Ληναίῳ.' ἐδιδάχθησαν δὲ οἱ Ἄγριοι ἐπ᾽ Ἀριστίωνος ἄρχοντος, ἀφ᾽ οὗ ἐστιν ἄρχων Ἀστύφιλος, πέμπτος ὢν ἀπὸ Ἰσάρχου, καθ᾽ ὃν αἱ σπονδαὶ ἐγένοντο. Ἴσαρχος γάρ, εἶτ᾽ Ἀμεινίας, μεθ᾽ ὃν Ἀλκαῖος, εἶτ᾽ Ἀριστίων, εἶτ᾽ Ἀστύφιλος. παρὰ τὴν ἱστορίαν οὖν Πλάτων ἐν τῷ διαλόγῳ εἰς τὰς Ἀθήνας παράγει πολεμίους ὄντας τοὺς περὶ τὸν Ἱππίαν, μὴ τῆς ἐκεχειρίας αὐτῆς μενούσης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: