ἐπὶ τούτοις τοῖς λόγοις ἐκπίνων τὸ ποτήριονὁ Οὐλπιανὸς ἔφη:
‘τήνδ᾽ ἐγὼπρὸς ὃν ἔτι πίνοντα τῶν παρόντων τις προσέθηκε τὰ λειπόμενα ἰαμβεῖα:
μεστὴν ἅπαξ ἐπονομάσας προπίομαι
συγγενέσι πίστωμα φιλίας.'
πιὼν ἐρῶκαὶ ὁ Οὐλπιανὸς ἐκπιὼν ἔφη: ‘ταῦτα μὲν Κλέαρχος ἐν Κιθαρῳδῷ ῾IV 562 M'.' ἐγὼ δὲ κατὰ τοὺς Ἄμφιδος Ἐρίθους παρακελεύομαι ῾II 241 K':'
τὰ λοιπά: πνίγομαι γάρ. ἀλλ᾽ ἐπιρρόφει.
ὁ παῖς σοβείτω τοῖς ποτηρίοις συχνούς.καί:
πίμπλα σὺ μὲν ἐμοί, σοὶ δ᾽ ἐγὼ δώσω πιεῖν:ταῦτα δ᾽ ἔφη Ξέναρχος ἐν Διδύμοις ῾II 468 K'.' αἰτούντων οὖν τῶν μὲν πλέον οἴνου, τῶν δὲ ἴσον ἴσῳ φασκόντων κίρνασθαι, καὶ εἰπόντος τινὸς Ἄρχιππον εἰρηκέναι ἐν δευτέρῳ Ἀμφιτρύωνι ῾I 679 K':'
ἀμυγδαλῆ μὲν παιζέτω παρ᾽ ἀμυγδαλῆν.
τίς ἐκέρασε σφῶν, ὦ κακόδαιμον, ἴσον ἴσῳ;καὶ Κρατῖνος ἐν Πυτίνῃ ῾I 69 K':'
τὸν δ᾽ ἴσον ἴσῳ φέροντ᾽: ἐγὼ δ᾽ ἐκτήκομαι,ἔδοξε πᾶσι λέγειν περὶ τῶν κράσεων τῶν παρὰ τοῖς ἀρχαίοις.