previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΠΡΟΧΥΤΗΣ εἶδος ἐκπώματος, ὡς Σιμάριστος ἐν τετάρτῳ Συνωνύμων. Ἴων δ᾽ Χῖος ἐν Ἐλεγείοις fr. 2 B':'
ἡμῖν δὲ κρητῆρ᾽ οἰνοχόοι θέραπες
κιρνάντων προχύταισιν ἐν ἀργυρέοις.
Φιλητᾶς δ᾽ ἐν Ἀτάκτοις fr. 52 Bach' 'ἀγγεῖον ξύλινον, ἀφ᾽ οὗ τοὺς ἀγροίκους πίνειν. μνημονεύει αὐτοῦ καὶ Ἀλέξανδρος ἐν τιγονι III 373 K'.' Ξενοφῶν δ᾽ ἐν ὀγδόῳ Παιδείας c. 8, 10' 'προχοίδας τινὰς λέγει [κύλικας] γράφων ὧδε ῾ὁ δὲ λόγος ἐστὶν αὐτῷ περὶ Περσῶν̓: ‘ἦν δὲ αὐτοῖς νόμιμον μὴ προχοίδας εἰσφέρεσθαι εἰς τὰ συμπόσια, δῆλον ὅτι νομίζοντες τὸ μὴ ὑπερπίνειν ἧττον ἂν καὶ σώματα καὶ γνώμας σφάλλειν: νῦν δὲ τὸ μὲν μὴ εἰσφέρεσθαι ἔτι αὖ καταμένει: τοσοῦτον δὲ πίνουσιν ὥστε ἀντὶ τοῦ εἰσφέρειν αὐτοὶ ἐκφέρονται, ἐπειδὰν μηκέτι δύνωνται ὀρθούμενοι ἐξιέναι.'

ΠΡΟΥΣΙΑΣ. ὅτι τὸ ποτήριον τοῦτο ἔξορθόν ἐστι προείρηται p. 475 f'.' καὶ ὅτι τὴν προσηγορίαν ἔσχεν ἀπὸ Προυσίου τοῦ Βιθυνίας βασιλεύσαντος καὶ ἐπὶ τρυφῇ καὶ μαλακίᾳ διαβοήτου γενομένου ἱστορεῖ Νίκανδρος Καλχηδόνιος ἐν τετάρτῳ Προυσίου Συμπτωμάτων FHG IV 462'.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: