previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] ἱκετευθείς. τὸ ἐντεῦθεν ἤδη ῥᾷον, ὡς τὸ εἰκός, ἁλώσεσθαι ἔμελλεν ὑπὸ γυναικὸς καλῆς καὶ πρὸς ἡδονήν τε ὁμιλῆσαι ἐπισταμένης καὶ ἐν καιρῷ δακρῦσαι καὶ μεταξὺ τῶν λόγων ἐλεεινῶς ὑποστενάξαι καὶ ἀπιόντος ἤδη λαβέσθαι καὶ εἰσελθόντι προσδραμεῖν καὶ καλλωπίζεσθαι ὡς ἂν μάλιστα ἀρέσειε, καί που καί ᾆσαι καί κιθαρίσαι. οἷς ἅπασι κατὰ τοῦ Δεινίου ἐκέχρητο: καὶ ἐπεὶ ᾔσθετο πονηρῶς ἔχοντα καὶ διάβροχον ἤδη τῷ ἔρωτι καὶ τακερὸν γεγενημένον, ἄλλο ἐπὶ τούτοις ἐπενόει καὶ τὸν ἄθλιον ἀπώλλυε: κύειν τε γὰρ ἐξ αὐτοῦ σκήπτεταιἱκανὸν δὲ καὶ τοῦτο βλᾶκα ἐραστὴν προσεκπυρῶσαικαὶ οὐκέτι ἐφοίτα πρὸς αὐτόν, φυλάττεσθαι ὑπὸ τἀνδρὸς λέγουσα πεπυσμένου τὸν ἔρωτα. δ᾽ οὐκέτι οἷός τε ἦν φέρειν τὸ πρᾶγμα, οὐδὲ ἠνείχετο μὴ ὁρῶν αὐτήν, ἀλλὰ ἐδάκρυε καὶ τοὺς κόλακας εἰσέπεμπεν καὶ τοὔνομα τῆς Χαρικλείας ἐπεβοᾶτο καὶ τὴν εἰκόνα περιβαλὼν αὐτῆςἐπεποίητο δὲ λίθου λευκοῦἐκώκυε, καὶ τέλος καταβαλὼν ἑαυτὸν εἰς τοὔδαφος ἐκυλίνδετο καὶ λύττα ἦν ἀκριβὴς τὸ πρᾶγμα. τὰ μὲν γὰρ δῶρα οὐ κατὰ μῆλα καὶ στεφάνους ἀντεδίδοτο αὐτῇ, ἀλλὰ συνοικίαι ὅλαι καὶ ἀγροὶ καὶ θεράπαιναι καὶ ἐσθῆτες εὐανθεῖς καὶ χρυσὸν ὁπόσον ἐθελήσειε [p. 130] Καὶ τί γάρ ; ἐν βραχεῖ Λύσωνος οἶκος, ὀνομαστότατος τῶν ἐν Ἰωνίᾳ γενόμενος, ἐξήντλητο

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: