previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

50. ἀκούσας δὲ Σέλευκος οὐκ ἔφη τῇ Δημητρίου τύχῃ σώζεσθαι Δημήτριον, ἀλλὰ τῇ αὑτοῦ, μετὰ τῶν ἄλλων καλῶν αὐτῷ φιλανθ ρωπίας καὶ χρηστότητος ἐπίδειξιν διδούσῃ. καλέσας δὲ τοὺς ἐπιμελητὰς σκηνήν τε πηγνύναι βασιλικὴν ἐκέλευσε, καὶ τἆλλα πάντα ποιεῖν καὶ παρασκευάζειν εἰς ὑποδοχὴν καὶ θεραπείαν μεγαλοπρεπῶς. [2] ἦν δέ τις Ἀπολλωνίδης παρὰ τῷ Σελεύκῳ, τοῦ Δημητρίου γεγονὼς συνήθης: τοῦτον εὐθὺς ἐξέπεμψε πρὸς αὐτόν, ὅπως ἡδίων γένηται καὶ θαρρῶν ὡς πρὸς οἰκεῖον ἄνδρα καὶ κηδεστὴν ἀπαντᾶν. φανερᾶς δὲ τῆς γνώμης αὐτοῦ γενομένης ὀλίγοι τὸ πρῶτον, εἶτα οἱ πλεῖστοι τῶν φίλων ἐξεπήδων παρὰ τὸν Δημήτριον, ἁμιλλώμενοι καὶ φθάνοντες ἀλλήλους: ἠλπίζετο γὰρ εὐθὺς παρὰ τῷ Σελεύκῳ μέγιστος ἔσεσθαι.

[3] τοῦτο δὲ ἐκείνῳ μὲν εἰς φθόνον μετέβαλε τὸν ἔλεον, τοῖς δὲ κακοήθεσι καὶ βασκάνοις παρέσχεν ἀποτρέψαι καὶ διαφθεῖραι τὴν φιλανθ ρωπίαν τοῦ βασιλέως, ἐκφοβήσασιν αὐτόν, ὡς οὐκ εἰς ἀναβολάς, ἀλλ᾽ ἅμα τῷ πρῶτον ὀφθῆναι τὸν ἄνδρα, μεγάλων ἐσομένων ἐν τῷ στρατοπέδῳ νεωτερισμῶν. [4] ἄρτι δὴ τοῦ Ἀπολλωνίδου πρὸς τὸν Δημήτριον ἀφιγμένου περιχαροῦς, καὶ τῶν ἄλλων ἐπερχομένων καὶ λόγους θαυμαστοὺς ἀπαγγελλόντων περὶ τοῦ Σελεύκου, καὶ τοῦ Δημητρίου μετὰ τηλικαύτην δυστυχίαν καὶ κακοπραγίαν, εἰ καὶ πρότερον ἐδόκει τὴν παράδοσιν τοῦ σώματος αἰσχρὰν πεποιῆσθαι, τότε μετεγνωκότος διὰ τὸ θαρρεῖν καὶ πιστεύειν ταῖς ἐλπίσιν, ἦλθε Παυσανίας ἔχων στρατιώτας ὁμοῦ πεζοὺς καὶ ἱππεῖς περὶ χιλίους. [5] καὶ τούτοις περισχὼν τὸν Δημήτριον ἄφνω, τοὺς δὲ ἄλλους ἀποστήσας, Σελεύκῳ μὲν αὐτὸν εἰς ὄψιν οὐ κατέστησεν, εἰς δὲ Χερρόνησον τὴν Συριακὴν ἀπήγαγεν, ὅπου τὸ λοιπὸν ἰσχυρᾶς φυλακῆς ἐπισταθείσης θεραπεία μὲν ἧκεν ἱκανὴ παρὰ Σελεύκου καὶ χρήματα καὶ δίαιτα παρεσκευάζετο καθ᾽ ἡμέραν οὐ μεμπτή, δρόμοι δὲ καὶ περίπατοι βασιλικοὶ καὶ παράδεισοι θήρας ἔχοντες ἀπεδείχθησαν: [6] ἦν δὲ καὶ τῶν φίλων τῶν συμφυγόντων τῷ βουλομένῳ συνεῖναι, καὶ παρ᾽ αὐτὸν1 τινες ὅμως ἐπιφοιτῶντες ἀπὸ τοῦ Σελεύκου ἧκον κομίζοντες ἐπιεικεῖς λόγους καὶ θαρρεῖν παρακαλοῦντες, ὡς, ὅταν πρῶτον Ἀντίοχος ἀφίκηται σὺν Στρατονίκῃ, διεθησόμενον.

1 παρ᾽ αυτὸν Coraës and Bekker, with the MSS.; Sintenis corrects to παρ᾽ αὐτοῦ and deletes ἀπὸ τοῦ Σελεύκου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1920)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: