previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] οὐκοῦν καὶ ἡμᾶς διδάσκοις ἂν τοῦτο πρῶτον, ὅπως διαγνωστέον ἡμῖν εὐθὺς ἐν ἀρχῇ, τίς ἀρίστη φιλοσοφία ἐστὶ καὶ ἀληθεύουσα, καὶ ἣν ἄν τις ἕλοιτο παρεὶς τὰς ἄλλας.

Ἑρμότιμος
ἐγώ σοι φράσω: ἑώρων τοὺς πλείστους ἐπ᾽ αὐτὴν ὁρμῶντας, ὥστε εἴκαζον ἀμείνω εἶναι αὐτήν.

Λυκῖνος
πόσῳ τινὶ πλείους τῶν Ἐπικουρείων Πλατωνικῶν Περιπατητικῶν; ἠρίθμησας γὰρ αὐτοὺς δηλαδὴ καθάπερ ἐν ταῖς χειροτονίαις.

Ἑρμότιμος
ἀλλ᾽ οὐκ ἠρίθμησα ἔγωγε, εἴκαζον δέ.

Λυκῖνος
ὡς οὐκ ἐθέλεις διδάξαι με, ἀλλ᾽ ἐξαπατᾷς, ὃς περὶ τῶν τοιούτων εἰκασμῷ φὴς καὶ πλήθει κρῖναι ἀποκρυπτόμενος λέγειν πρός με τἀληθές.

Ἑρμότιμος
οὐ μόνον τοῦτο, Λυκῖνε, ἀλλὰ καὶ ἤκουον ἁπάντων λεγόντων ὡς οἱ μὲν Ἐπικούρειοι γλυκύθυμοι καὶ φιλήδονοί εἰσιν, οἱ Περιπατητικοὶ δὲ φιλόπλουτοι καὶ ἐριστικοί τινες, οἱ Πλατωνικοὶ δὲ τετύφωνται καὶ φιλόδοξοί εἰσι, περὶ δὲ τῶν Στωϊκῶν πολλοὶ ἔφασκον, ὅτι ἀνδρώδεις καὶ πάντα γιγνώσκουσι, καὶ ὅτι ταύτην ἰὼν [p. 345] τὴν ὁδὸν μόνος βασιλεύς, μόνος πλούσιος, μόνος σοφὸς καὶ συνόλως ἅπαντα.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: