[17]
ἔλεγον δὲ ταῦτα πρὸς σὲ ἄλλοι δηλαδὴ
περὶ αὐτῶν: οὐ γὰρ δὴ ἐκείνοις ἂν αὐτοῖς ἐπίστευσας
ἐπαινοῦσι τὰ αὐτῶν.
Ἑρμότιμος
οὐδαμῶς, ἀλλ᾽ οἱ ἄλλοι ἔλεγον.
Λυκῖνος
οἱ μὲν δὴ ἀντίδοξοι οὐκ ἔλεγον, ὡς τὸ εἰκός
οὗτοι δὲ ἦσαν οἱ τὰ ἄλλα φιλοσοφοῦντες.
Ἑρμότιμος
οὐ γάρ.
Λυκῖνος
οἱ δ᾽ ἄρα ἰδιῶται ταῦτα ἔλεγον.
Ἑρμότιμος
καὶ μάλα.
Λυκῖνος
ὁρᾷς, ὅπως αὖθις ἐξαπατᾷς με καὶ οὐ λέγεις
τἀληθές, ἀλλ᾽ οἴει Μαργίτῃ διαλέγεσθαί τινι, ὡς πιστεῦσαι
ὅτι Ἑρμότιμος, ἀνὴρ συνετός, ἔτη τότε γεγονὼς τετταράκοντα,
περὶ φιλοσοφίας καὶ φιλοσόφων ἀνδρῶν τοῖς
ἰδιώταις ἐπίστευσε καὶ κατὰ τὰ ὑπ᾽ ἐκείνων λεγόμενα
ἐποιεῖτο τὴν αἵρεσιν τῶν κρειττόνων ἀξιῶν: οὐ γὰρ ἂν
πιστεύσαιμί σοι τοιαῦτα λέγοντι.
Ἑρμότιμος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.