[52]
οὐκοῦν τοῦτο, ὦ Λυκῖνε, φής, ὡς οὐ
φιλοσοφητέον ἡμῖν, ἀλλὰ χρὴ ἀργίᾳ παραδιδόντας αὑτοὺς
ἰδιώτας καταβιῶναι;
Λυκῖνος
καὶ ποῦ τοῦτο ἤκουσας ἐμοῦ λέγοντος; ἐγὼ
γὰρ οὐχ ὡς οὐ φιλοσοφητέον φημί, ἀλλ᾽ ἐπείπερ φιλοσοφητέον
ὁδοί τε πολλαί εἰσιν ἐπὶ φιλοσοφίαν ἑκάστη καὶ
ἀρετὴν ἄγειν φάσκουσαι, ἡ δὲ ἀληθὴς ἐν αὐταῖς ἄδηλος,
ἀκριβῆ ποιήσασθαι τὴν διαίρεσιν. ἀδύνατον δέ γε ἡμῖν
ἐφαίνετο πολλῶν προτεθέντων ἑλέσθαι τὸ ἄριστον, εἰ μὴ
ἐπὶ πάντα ἴοι τις πειρώμενος: εἶτά πως μακρὰ ἡ πεῖρα
ὤφθη. σὺ δὲ πῶς ἀξιοῖς; — αὖθις γὰρ ἐρήσομαι — ὅτῳ
ἂν πρώτῳ ἐντύχῃς, τούτῳ ἕψῃ καὶ συμφιλοσοφήσεις,
κἀκεῖνος ἕρμαιον ποιήσεταί σε;
Ἑρμότιμος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.