previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[30] ἐπεὶ φέρε, εἰ καθάπερ νῦν ἔχω, ἀγνοῶν ἔτι ὅστις ἐξ ἁπάντων ἐστὶν ἀληθεύων, ἑλοίμην τὰ ὑμέτερα σοὶ πιστεύσας, ἀνδρὶ φίλῳ, ἀτὰρ μόνα γε τὰ τῶν Στωϊκῶν εἰδότι καὶ μίαν ὁδὸν ὁδοιπορήσαντι ταύτην, ἔπειτα θεῶν τις ἀναβιῶναι ποιήσειε Πλάτωνα καὶ Πυθαγόραν καὶ Ἀριστοτέλην καὶ τοὺς ἄλλους, οἱ δὲ περιστάντες ἐρωτῷέν με καὶ νὴ Δί᾽ ἐς δικαστήριον ἀγαγόντες ὕβρεως ἕκαστος δικάζοιντο λέγοντες, βέλτιστε Λυκῖνε, τί πα [p. 354] θὼν τίνι ποτὲ πιστεύσας Χρύσιππον καὶ Ζήνωνα προετίμησας ἡμῶν, πρεσβυτέρων ὄντων παρὰ πολύ, χθὲς καὶ πρῴην γενομένους, μήτε λόγου μεταδοὺς ἡμῖν μήτε πειραθεὶς ὅλως ὧν φαμέν; εἰ ταῦτα λέγοιεν, τί ἂν ἀποκριναίμην αὐτοῖς; ἐξαρκέσει μοι, ἂν εἴπω Ἑρμοτίμῳ ἐπείσθην φίλῳ ἀνδρί; ἀλλὰ φαῖεν ἄν, οἶδ᾽ ὅτι, Ἡμεῖς, Λυκῖνε, οὐκ ἴσμεν τὸν Ἑρμότιμον τοῦτον ὅστις ποτέ ἐστιν, οὐδὲ ἐκεῖνος ἡμᾶς: ὥστε οὐκ ἐχρῆν ἁπάντων καταγιγνώσκειν οὐδὲ ἐρήμην ἡμῶν καταδιαιτᾶν ἀνδρὶ πιστεύσαντα μίαν ὁδὸν ἐν φιλοσοφίᾳ καὶ οὐδὲ ταύτην ἴσως ἀκριβῶς κατανοήσαντι. οἱ δέ γε νομοθέται, Λυκῖνε, οὐχ οὕτω προστάττουσι τοῖς δικασταῖς ποιεῖν, οὐδὲ τοῦ ἑτέρου μὲν ἀκούειν, τὸν δὲ ἕτερον οὐκ ἐᾶν λέγειν ὑπὲρ ἑαυτοῦ οἴεται ξυμφέρειν, ἀλλ᾽ ὁμοίως ἀμφοῖν ἀκροᾶσθαι, ὡς ῥᾷον ἀντεξετάζοντες τοὺς λόγους εὑρίσκοιεν τἀληθῆ τε καὶ ψευδῆ, καὶ ἤν γε μὴ οὕτω ποιῶσιν, ἐφιέναι δίδωσιν νόμος εἰς ἕτερον δικαστήριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: