previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[37] οὔ μοι δοκεῖς, Λυκῖνε, ξυνιέναι πῶς βούλομαι εἰπεῖν.

Λυκῖνος
οὐκοῦν σαφέστερον χρὴ λέγειν εἰ ἑτεροῖόν τι, ἀλλὰ μὴ τοιοῦτον φήσεις.

Ἑρμότιμος
εἴσῃ αὐτίκα οἷόν τι λέγω. θῶμεν γάρ τινας δύο ἐσεληλυθέναι ἐς τὸ Ἀσκληπιεῖον ἐς τοῦ Διονύσου τὸ ἱερόν, εἶτα μέντοι φιάλην τινὰ τῶν ἱερῶν ἀπολωλέναι. δεήσει δή που ἀμφοτέρους ἐρευνηθῆναι αὐτούς, ὁπότερος ὑπὸ κόλπου ἔχει τὴν φιάλην.

Λυκῖνος
καὶ μάλα.

Ἑρμότιμος
ἔχει δὲ πάντως ἕτερος.

Λυκῖνος
πῶς γὰρ οὔ, εἴ γε ἀπόλωλεν;

Ἑρμότιμος
οὐκοῦν ἂν παρὰ τῷ προτέρῳ εὕρῃς αὐτήν, οὐκέτι τὸν ἕτερον ἀποδύσεις: πρόδηλον γὰρ ὡς οὐκ ἔχει.

Λυκῖνος
πρόδηλον γάρ.

Ἑρμότιμος
καὶ εἴ γε μὴ εὕροιμεν ἐν τῷ τοῦ προτέρου κόλπῳ, ἕτερος πάντως ἔχει, καὶ οὐδὲν ἐρεύνης οὐδὲ οὕτως δεῖ.

Λυκῖνος
ἔχει γάρ.

Ἑρμότιμος
καὶ ἡμεῖς τοίνυν εἰ εὕροιμεν ἤδη παρὰ τοῖς Στωϊκοῖς τὴν φιάλην, οὐκέτι ἐρευνᾶν τοὺς ἄλλους ἀξιώσομεν [p. 360] ἔχοντες πάλαι ἐζητοῦμεν. τίνος γὰρ ἂν ἕνεκα ἔτι κάμνοιμεν;

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: