previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[60] πῶς γὰρ οὔ;

Λυκῖνος
πῶς οὖν οἷόν τέ σοι ἦν ἀπὸ τοῦ πρώτου γεύματος εἰδέναι τὰ πάντα; οὐ γὰρ τὰ αὐτά γε, ἀλλ᾽ ἀεὶ ἔτερα καινὰ ἐπὶ καινοῖς ἐλέγετο, οὐχ ὥσπερ οἶνος ἀεὶ αὐτὸς ἦν. ὥστε, ἑταῖρε, ἢν μὴ ὅλον ἐκπίῃς τὸν πίθον, καὶ ἄλλως μεθύων περιῄεις: ἀτεχνῶς γὰρ ἐν τῷ πυθμένι δοκεῖ μοι θεὸς κατακρύψαι τὸ φιλοσοφίας ἀγαθὸν ὑπὸ τὴν τρύγα αὐτήν. δεήσει οὖν ὅλον ἐξαντλῆσαι ἐς τέλος, οὔποτ᾽ ἂν εὕροις τὸ νεκτάρεον ἐκεῖνο πόμα, οὗ πάλαι διψῆν μοι δοκεῖς. σὺ δὲ οἴει τὸ τοιοῦτον αὐτὸ εἶναι, ὡς εἰ μόνον γεύσαιο αὐτοῦ καὶ σπάσαις μικρὸν ὅσον, αὐτίκα σε πάνσοφον γενησόμενον, ὥσπερ φασὶν ἐν Δελφοῖς τὴν πρόμαντιν, ἐπειδὰν πίῃ τοῦ ἱεροῦ νάματος, ἔνθεον εὐθὺς γίγνεσθαι καὶ χρᾶν τοῖς προσιοῦσιν. ἀλλ᾽ οὐχ οὕτως ἔχειν ἔοικε: σύ γ᾽ οὖν ὑπὲρ ἥμισυ τοῦ πίθου ἐκπεπωκὼς [p. 374] ἐνάρχεσθαι ἔτι ἔλεγες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: