previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[73] καὶ σὺ δὴ μυθοποιοῦ τινος ἀκούσας ὡς ἔστι τις γυνὴ ὑπερφυὴς τὸ κάλλος, ὑπὲρ τὰς Χάριτας αὐτὰς τὴν Οὐρανίαν εἶναι, μὴ πρότερον ἐξετάσας εἰ ἀληθῆ λέγει καὶ εἰ ἔστι που τῆς γῆς ἄνθρωπος αὕτη, ἤρας εὐθύς, ὥσπερ φασὶ τὴν Μήδειαν ἐξ ὀνείρατος ἐρασθῆναι τοῦ Ἰάσονος. δὲ δὴ μάλιστά σε πρὸς τὸν ἔρωτα ἐπηγαγετο καὶ τοὺς ἄλλους δέ, ὁπόσοι τοῦ αὐτοῦ σοι εἰδώλου ἐρῶσι, τοῦτο ἦν, ὥς γέ μοι εἰκάζοντι φαίνεται, τὸ τὸν λέγοντα ἐκεῖνον περὶ τῆς γυναικός, ἐπείπερ ἐπιστεύθη τὸ πρῶτον ὅτι ἀληθῆ λέγει, ἀκόλουθα ἐπάγειν: εις τοῦτο γὰρ ἑωρᾶτε μόνον, καὶ διὰ τοῦτο εἷλκεν ὑμᾶς [p. 383] τῆς ῥινός, ἐπείπερ ἅπαξ τὴν πρώτην λαβὴν ἐνεδώκατε αὐτῷ, καὶ ἦγεν ἐπὶ τὴν ἀγαπωμένην δι᾽ ἧς ἔλεγεν εὐθείας ὁδοῦ: ῥᾴδια γάρ, οἶμαι, τὰ μετὰ ταῦτα καὶ οὐδεὶς ὑμῶν ἔτι ἐπιστρεφόμενος εἰς τὴν εἴσοδον ἐξήταζεν εἰ ἀληθής ἐστι καὶ εἰ μὴ ἔλαθε καθ᾽ ἣν οὐκ ἐχρῆν εἰσελθών, ἀλλ᾽ ἠκολούθει τοῖς τῶν προωδευκότων ἴχνεσι, καθάπερ τὰ πρόβατα πρὸς τὸν ἡγούμενον, δέον ἐπὶ τῇ εἰσόδῳ καὶ κατὰ τὴν ἀρχὴν εὐθὺς σκέψασθαι, εἴπερ εἰσιτητέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: