[3]
ἀλλὰ τήν γε ἀρχὴν ὁ αὐτὸς οὗτος Ἡσίοδος
[p. 336]
ἥμισυ τοῦ παντὸς ἔφη εἶναι, ὥστε κατα μέσην την ἄνοδον
εἶναί σε ἤδη λέγοντες οὐκ ἂν ἁμάρτοιμεν.
Ἑρμότιμος
οὐδέπω οὐδὲ τοῦτο: πάμπολυ γὰρ ἂν ἡμῖν ἤνυστο.
Λυκῖνος
ἀλλὰ ποῦ. γάρ σε φῶμεν τῆς ὁδοῦ τυγχάνειν ὄντα;
Ἑρμότιμος
ἐν τῇ ὑπωρείᾳ κάτω ἔτι, ὦ Λυκῖνε, ἄρτι προβαίνειν
βιαζόμενον: ὀλισθηρὰ δὲ καὶ τραχεῖα καὶ δεῖ χεῖρα ὀρέγοντος.
Λυκῖνος
οὐκοῦν ὁ διδάσκαλός σοι τοῦτο ἱκανὸς ποιῆσαι
ἄνωθεν ἐκ τοῦ ἄκρου καθάπερ ὁ τοῦ Ὁμήρου Ζεὺς
χρυσῆν τινα σειρὰν καθιεὶς τοὺς αὑτοῦ λόγους, ὑφ᾽ ὧν
σε ἀνασπᾷ δηλαδὴ καὶ ἀνακουφίζει πρὸς αὑτόν τε καὶ τὴν
ἀρετὴν αὐτὸς πρὸ πολλοῦ ἀναβεβηκώς.
Ἑρμότιμος
αὐτὸ ἔφησθα, ὦ Λυκῖνε, τὸ γιγνόμενον:
ὅσον γοῦν ἐπ᾽ ἐκείνῳ πάλαι ἂν ἐσπάσμην ἄνω καὶ συνῆν
αὐτοῖς, τὸ δ᾽ ἐμὸν ἔτι ἐνδεῖ.
Λυκῖνος
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.