Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[108]
καίτοι κατὰ τοὺς προτέρους νόμους ἅπαντα ταῦτ᾽ ἐγίγνετο. τὸ δ᾽ αἴτιον, ἐν τοῖς πένησιν ἦν τὸ λῃτουργεῖν: πολλὰ δὴ τἀδύνατα συνέβαινεν. ἐγὼ δ᾽ ἐκ τῶν ἀπόρων εἰς τοὺς εὐπόρους μετήνεγκα τὰς τριηραρχίας: πάντ᾽ οὖν τὰ δέοντ᾽ ἐγίγνετο. καὶ μὴν καὶ κατ᾽ αὐτὸ τοῦτ᾽ ἄξιός εἰμ᾽ ἐπαίνου τυχεῖν, ὅτι πάντα τὰ τοιαῦτα προῃρούμην πολιτεύματα, ἀφ᾽ ὧν ἅμα δόξαι καὶ τιμαὶ καὶ δυνάμεις συνέβαινον τῇ πόλει: βάσκανον δὲ καὶ πικρὸν καὶ κακόηθες οὐδέν ἐστι πολίτευμ᾽ ἐμόν, οὐδὲ ταπεινόν, οὐδὲ τῆς πόλεως ἀνάξιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.