Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[113]
ἀλλ᾽ οὐκ ἔστιν, ἄνδρες Ἀθηναῖοι, ἀλλ᾽ οὗτος συκοφαντῶν, ὅτι ἐπὶ τῷ θεωρικῷ τότ᾽ ὢν ἐπέδωκα τὰ χρήματα, ‘ἐπῄνεσεν αὐτό’ φησίν ‘ὑπεύθυνον ὄντα’ οὐ περὶ τούτων γ᾽ οὐδενὸς ὧν ὑπεύθυνος ἦν, ἀλλ᾽ ἐφ᾽ οἷς ἐπέδωκα, ὦ συκοφάντα. ‘ἀλλὰ καὶ τειχοποιὸς ἦσθα’ καὶ διά γε τοῦτο ὀρθῶς ἐπῃνούμην, ὅτι τἀνηλωμέν᾽ ἔδωκα καὶ οὐκ ἐλογιζόμην. ὁ μὲν γὰρ λογισμὸς εὐθυνῶν καὶ τῶν ἐξετασόντων προσδεῖται, ἡ δὲ δωρειὰ χάριτος καὶ ἐπαίνου δικαία ἐστὶ τυγχάνειν: διόπερ ταῦτ᾽ ἔγραψεν ὁδὶ περὶ ἐμοῦ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.