Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[158]
ὁρᾶθ᾽ ὅτι φεύγει μὲν τὰς ἰδίας προφάσεις, εἰς δὲ τὰς Ἀμφικτυονικὰς καταφεύγει. τίς οὖν ὁ ταῦτα συμπαρασκευάσας αὐτῷ; τίς ὁ τὰς προφάσες ταύτας ἐνδούς; τίς ὁ τῶν κακῶν τῶν γεγενημένων μάλιστ᾽ αἴτιος; οὐχ οὗτος; μὴ τοίνυν λέγετ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, περιιόντες ὡς ὑφ᾽ ἑνὸς τοιαῦτα πέπονθεν ἡ Ἑλλὰς ἀνθρώπου. οὐχ ὑφ᾽ ἑνός, ἀλλ᾽ ὑπὸ πολλῶν καὶ πονηρῶν τῶν παρ᾽ ἑκάστοις, ὦ γῆ καὶ θεοί:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.